Mosaico decorativo

Fundar 17880 Resultados para: Οἱ

  • εἶπεν δὲ πρὸς αὐτούς, δότε αὐτοῖς ὑμεῖς φαγεῖν. οἱ δὲ εἶπαν, οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ ἄρτοι πέντε καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα. (São Lucas 9, 13)

  • ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, κατακλίνατε αὐτοὺς κλισίας [ὡσεὶ] ἀνὰ πεντήκοντα. (São Lucas 9, 14)

  • καὶ ἐποίησαν οὕτως καὶ κατέκλιναν ἅπαντας. (São Lucas 9, 15)

  • λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς παραθεῖναι τῶ ὄχλῳ. (São Lucas 9, 16)

  • καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα. (São Lucas 9, 17)

  • καὶ ἐγένετο ἐν τῶ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας συνῆσαν αὐτῶ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων, τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι; (São Lucas 9, 18)

  • οἱ δὲ ἀποκριθέντες εἶπαν, ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. (São Lucas 9, 19)

  • εἶπεν δὲ αὐτοῖς, ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; πέτρος δὲ ἀποκριθεὶς εἶπεν, τὸν χριστὸν τοῦ θεοῦ. (São Lucas 9, 20)

  • ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ λέγειν τοῦτο, (São Lucas 9, 21)

  • ἔλεγεν δὲ πρὸς πάντας, εἴ τις θέλει ὀπίσω μου ἔρχεσθαι, ἀρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ᾽ ἡμέραν, καὶ ἀκολουθείτω μοι. (São Lucas 9, 23)

  • λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσίν τινες τῶν αὐτοῦ ἑστηκότων οἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ. (São Lucas 9, 27)

  • καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῶ, οἵτινες ἦσαν μωϊσῆς καὶ ἠλίας, (São Lucas 9, 30)


"Somente por meio de Jesus podemos esperar a salvação." São Padre Pio de Pietrelcina