Mosaico decorativo

Fundar 17880 Resultados para: Οἱ

  • κἀμοὶ δὲ οὐ παρὰ τὴν σοφίαν τὴν οὖσαν ἐν ἐμοὶ ὑπὲρ πάντας τοὺς ἀνθρώπους τὸ μυστήριον τοῦτο ἐξεφάνθη ἀλλ’ ἕνεκεν τοῦ δηλωθῆναι τῷ βασιλεῖ ἐσημάνθη μοι ἃ ὑπέλαβες τῇ καρδίᾳ σου ἐν γνώσει (Daniel 2, 30)

  • καὶ ἦν ἡ κεφαλὴ αὐτῆς ἀπὸ χρυσίου χρηστοῦ τὸ στῆθος καὶ οἱ βραχίονες ἀργυροῖ ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοῖ (Daniel 2, 32)

  • τὰ δὲ σκέλη σιδηρᾶ οἱ πόδες μέρος μέν τι σιδήρου μέρος δέ τι ὀστράκινον (Daniel 2, 33)

  • σύ βασιλεῦ βασιλεὺς βασιλέων καὶ σοὶ ὁ κύριος τοῦ οὐρανοῦ τὴν ἀρχὴν καὶ τὴν βασιλείαν καὶ τὴν ἰσχὺν καὶ τὴν τιμὴν καὶ τὴν δόξαν ἔδωκεν (Daniel 2, 37)

  • ἐν πάσῃ τῇ οἰκουμένῃ ἀπὸ ἀνθρώπων καὶ θηρίων ἀγρίων καὶ πετεινῶν οὐρανοῦ καὶ τῶν ἰχθύων τῆς θαλάσσης παρέδωκεν ὑπὸ τὰς χεῖράς σου κυριεύειν πάντων σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ (Daniel 2, 38)

  • καὶ οἱ δάκτυλοι τῶν ποδῶν μέρος μέν τι σιδηροῦν μέρος δέ τι ὀστράκινον μέρος τι τῆς βασιλείας ἔσται ἰσχυρὸν καὶ μέρος τι ἔσται συντετριμμένον (Daniel 2, 42)

  • καὶ ὡς εἶδες τὸν σίδηρον ἀναμεμειγμένον ἅμα τῷ πηλίνῳ ὀστράκῳ συμμειγεῖς ἔσονται εἰς γένεσιν ἀνθρώπων οὐκ ἔσονται δὲ ὁμονοοῦντες οὔτε εὐνοοῦντες ἀλλήλοις ὥσπερ οὐδὲ ὁ σίδηρος δύναται συγκραθῆναι τῷ ὀστράκῳ (Daniel 2, 43)

  • καὶ ἐν τοῖς χρόνοις τῶν βασιλέων τούτων στήσει ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἄλλην ἥτις ἔσται εἰς τοὺς αἰῶνας καὶ οὐ φθαρήσεται καὶ αὕτη ἡ βασιλεία ἄλλο ἔθνος οὐ μὴ ἐάσῃ πατάξει δὲ καὶ ἀφανίσει τὰς βασιλείας ταύτας καὶ αὐτὴ στήσεται εἰς τὸν αἰῶνα (Daniel 2, 44)

  • τότε Ναβουχοδονοσορ ὁ βασιλεὺς πεσὼν ἐπὶ πρόσωπον χαμαὶ προσεκύνησε τῷ Δανιηλ καὶ ἐπέταξε θυσίας καὶ σπονδὰς ποιῆσαι αὐτῷ (Daniel 2, 46)

  • ἔτους ὀκτωκαιδεκάτου Ναβουχοδονοσορ βασιλεὺς διοικῶν πόλεις καὶ χώρας καὶ πάντας τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἀπὸ Ινδικῆς ἕως Αἰθιοπίας ἐποίησεν εἰκόνα χρυσῆν τὸ ὕψος αὐτῆς πηχῶν ἑξήκοντα καὶ τὸ πλάτος αὐτῆς πηχῶν ἕξ καὶ ἔστησεν αὐτὴν ἐν πεδίῳ τοῦ περιβόλου χώρας Βαβυλωνίας (Daniel 3, 1)

  • καὶ Ναβουχοδονοσορ βασιλεὺς βασιλέων καὶ κυριεύων τῆς οἰκουμένης ὅλης ἀπέστειλεν ἐπισυναγαγεῖν πάντα τὰ ἔθνη καὶ φυλὰς καὶ γλώσσας σατράπας στρατηγούς τοπάρχας καὶ ὑπάτους διοικητὰς καὶ τοὺς ἐπ’ ἐξουσιῶν κατὰ χώραν καὶ πάντας τοὺς κατὰ τὴν οἰκουμένην ἐλθεῖν εἰς τὸν ἐγκαινισμὸν τῆς εἰκόνος τῆς χρυσῆς ἣν ἔστησε Ναβουχοδονοσορ ὁ βασιλεύς (Daniel 3, 2)

  • καὶ ἔστησαν οἱ προγεγραμμένοι κατέναντι τῆς εἰκόνος (Daniel 3, 3)


"O amor tudo esquece, tudo perdoa, sem reservas." São Padre Pio de Pietrelcina