Mosaico decorativo

Fundar 5241 Resultados para: Μου

  • οὐκ ἀπέστειλά σε τῷ ὀνόματί μου καὶ πρὸς Σοφονιαν υἱὸν Μαασαιου τὸν ἱερέα εἰπέ (Jeremias 36, 25)

  • ὅτι ἰδοὺ ἡμέραι ἔρχονται φησὶν κύριος καὶ ἀποστρέψω τὴν ἀποικίαν λαοῦ μου Ισραηλ καὶ Ιουδα εἶπεν κύριος καὶ ἀποστρέψω αὐτοὺς εἰς τὴν γῆν ἣν ἔδωκα τοῖς πατράσιν αὐτῶν καὶ κυριεύσουσιν αὐτῆς (Jeremias 37, 3)

  • ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἶπεν κύριος συντρίψω τὸν ζυγὸν ἀπὸ τοῦ τραχήλου αὐτῶν καὶ τοὺς δεσμοὺς αὐτῶν διαρρήξω καὶ οὐκ ἐργῶνται αὐτοὶ ἔτι ἀλλοτρίοις (Jeremias 37, 8)

  • καὶ εἰσελεύσονται οἱ υἱοὶ αὐτῶν ὡς τὸ πρότερον καὶ τὰ μαρτύρια αὐτῶν κατὰ πρόσωπόν μου ὀρθωθήσεται καὶ ἐπισκέψομαι τοὺς θλίβοντας αὐτούς (Jeremias 37, 20)

  • οὐ μὴ ἀποστραφῇ ὀργὴ θυμοῦ κυρίου ἕως ποιήσῃ καὶ ἕως καταστήσῃ ἐγχείρημα καρδίας αὐτοῦ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν γνώσεσθε αὐτά (Jeremias 37, 24)

  • μεγαλυνῶ καὶ μεθύσω τὴν ψυχὴν τῶν ἱερέων υἱῶν Λευι καὶ ὁ λαός μου τῶν ἀγαθῶν μου ἐμπλησθήσεται (Jeremias 38, 14)

  • οὕτως εἶπεν κύριος φωνὴ ἐν Ραμα ἠκούσθη θρήνου καὶ κλαυθμοῦ καὶ ὀδυρμοῦ Ραχηλ ἀποκλαιομένη οὐκ ἤθελεν παύσασθαι ἐπὶ τοῖς υἱοῖς αὐτῆς ὅτι οὐκ εἰσίν (Jeremias 38, 15)

  • οὕτως εἶπεν κύριος διαλιπέτω ἡ φωνή σου ἀπὸ κλαυθμοῦ καὶ οἱ ὀφθαλμοί σου ἀπὸ δακρύων σου ὅτι ἔστιν μισθὸς τοῖς σοῖς ἔργοις καὶ ἐπιστρέψουσιν ἐκ γῆς ἐχθρῶν (Jeremias 38, 16)

  • ἀκοὴν ἤκουσα Εφραιμ ὀδυρομένου ἐπαίδευσάς με καὶ ἐπαιδεύθην ἐγώ ὥσπερ μόσχος οὐκ ἐδιδάχθην ἐπίστρεψόν με καὶ ἐπιστρέψω ὅτι σὺ κύριος ὁ θεός μου (Jeremias 38, 18)

  • ὅτι ὕστερον αἰχμαλωσίας μου μετενόησα καὶ ὕστερον τοῦ γνῶναί με ἐστέναξα ἐφ’ ἡμέρας αἰσχύνης καὶ ὑπέδειξά σοι ὅτι ἔλαβον ὀνειδισμὸν ἐκ νεότητός μου (Jeremias 38, 19)

  • υἱὸς ἀγαπητὸς Εφραιμ ἐμοί παιδίον ἐντρυφῶν ὅτι ἀνθ’ ὧν οἱ λόγοι μου ἐν αὐτῷ μνείᾳ μνησθήσομαι αὐτοῦ διὰ τοῦτο ἔσπευσα ἐπ’ αὐτῷ ἐλεῶν ἐλεήσω αὐτόν φησὶν κύριος (Jeremias 38, 20)

  • στῆσον σεαυτήν Σιων ποίησον τιμωρίαν δὸς καρδίαν σου εἰς τοὺς ὤμους ὁδὸν ἣν ἐπορεύθης ἀποστράφητι παρθένος Ισραηλ ἀποστράφητι εἰς τὰς πόλεις σου πενθοῦσα (Jeremias 38, 21)


"Deus não opera prodígios onde não há fé." São Padre Pio de Pietrelcina