Fundar 27855 Resultados para: Καὶ
ζητῆσαι παρ’ αὐτοῦ εὐοδίαν ἡμῖν τε καὶ τοῖς συνοῦσιν ἡμῖν τέκνοις ἡμῶν καὶ κτήνεσιν (Esdras 8, 50)
ἐνετράπην γὰρ αἰτῆσαι τὸν βασιλέα πεζούς τε καὶ ἱππεῖς καὶ προπομπὴν ἕνεκεν ἀσφαλείας τῆς πρὸς τοὺς ἐναντιουμένους ἡμῖν (Esdras 8, 51)
καὶ πάλιν ἐδεήθημεν τοῦ κυρίου ἡμῶν κατὰ ταῦτα καὶ εὐιλάτου ἐτύχομεν (Esdras 8, 53)
καὶ ἐχώρισα τῶν φυλάρχων τῶν ἱερέων ἄνδρας δέκα δύο καὶ Σερεβιαν καὶ Ασαβιαν καὶ μετ’ αὐτῶν ἐκ τῶν ἀδελφῶν αὐτῶν ἄνδρας δέκα (Esdras 8, 54)
καὶ ἔστησα αὐτοῖς τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ ἱερὰ σκεύη τοῦ οἴκου τοῦ κυρίου ἡμῶν ἃ αὐτὸς ἐδωρήσατο ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ οἱ μεγιστᾶνες καὶ πᾶς Ισραηλ (Esdras 8, 55)
καὶ στήσας παρέδωκα αὐτοῖς ἀργυρίου τάλαντα ἑξακόσια πεντήκοντα καὶ σκεύη ἀργυρᾶ ταλάντων ἑκατὸν καὶ χρυσίου τάλαντα ἑκατὸν καὶ χρυσώματα εἴκοσι καὶ σκεύη χαλκᾶ ἀπὸ χρηστοῦ χαλκοῦ στίλβοντα χρυσοειδῆ σκεύη δώδεκα (Esdras 8, 56)
καὶ εἶπα αὐτοῖς καὶ ὑμεῖς ἅγιοί ἐστε τῷ κυρίῳ καὶ τὰ σκεύη ἅγια καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον εὐχὴ τῷ κυρίῳ κυρίῳ τῶν πατέρων ἡμῶν (Esdras 8, 57)
ἀγρυπνεῖτε καὶ φυλάσσετε ἕως τοῦ παραδοῦναι αὐτὰ ὑμᾶς τοῖς φυλάρχοις τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν τοῦ Ισραηλ ἐν Ιερουσαλημ ἐν τοῖς παστοφορίοις τοῦ οἴκου τοῦ κυρίου ἡμῶν (Esdras 8, 58)
καὶ οἱ παραλαβόντες οἱ ἱερεῖς καὶ οἱ Λευῖται τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη τὰ ἐν Ιερουσαλημ εἰσήνεγκαν εἰς τὸ ἱερὸν τοῦ κυρίου (Esdras 8, 59)
καὶ ἀναζεύξαντες ἀπὸ τοῦ ποταμοῦ Θερα τῇ δωδεκάτῃ τοῦ πρώτου μηνὸς εἰσήλθομεν εἰς Ιερουσαλημ κατὰ τὴν κραταιὰν χεῖρα τοῦ κυρίου ἡμῶν τὴν ἐφ’ ἡμῖν καὶ ἐρρύσατο ἡμᾶς ἐπὶ τῆς εἰσόδου ἀπὸ παντὸς ἐχθροῦ καὶ ἤλθομεν εἰς Ιερουσαλημ (Esdras 8, 60)
καὶ γενομένης αὐτόθι ἡμέρας τρίτης σταθὲν τὸ ἀργύριον καὶ τὸ χρυσίον παρεδόθη ἐν τῷ οἴκῳ τοῦ κυρίου ἡμῶν Μαρμωθι Ουρια ἱερεῖ (Esdras 8, 61)
καὶ μετ’ αὐτοῦ Ελεαζαρ ὁ τοῦ Φινεες καὶ ἦσαν μετ’ αὐτῶν Ιωσαβδος Ἰησοῦ καὶ Μωεθ Σαβαννου οἱ Λευῖται πρὸς ἀριθμὸν καὶ ὁλκὴν ἅπαντα καὶ ἐγράφη πᾶσα ἡ ὁλκὴ αὐτῶν αὐτῇ τῇ ὥρᾳ (Esdras 8, 62)