Fundar 27855 Resultados para: Καὶ
καὶ ἐγένετο κύριος μετὰ Ιωσαφατ ὅτι ἐπορεύθη ἐν ὁδοῖς τοῦ πατρὸς αὐτοῦ ταῖς πρώταις καὶ οὐκ ἐξεζήτησεν τὰ εἴδωλα (II Crônicas 17, 3)
ἀλλὰ κύριον τὸν θεὸν τοῦ πατρὸς αὐτοῦ ἐξεζήτησεν καὶ ἐν ταῖς ἐντολαῖς τοῦ πατρὸς αὐτοῦ ἐπορεύθη καὶ οὐχ ὡς τοῦ Ισραηλ τὰ ἔργα (II Crônicas 17, 4)
καὶ κατηύθυνεν κύριος τὴν βασιλείαν ἐν χειρὶ αὐτοῦ καὶ ἔδωκεν πᾶς Ιουδα δῶρα τῷ Ιωσαφατ καὶ ἐγένετο αὐτῷ πλοῦτος καὶ δόξα πολλή (II Crônicas 17, 5)
καὶ ὑψώθη καρδία αὐτοῦ ἐν ὁδῷ κυρίου καὶ ἔτι ἐξῆρεν τὰ ὑψηλὰ καὶ τὰ ἄλση ἀπὸ τῆς γῆς Ιουδα (II Crônicas 17, 6)
καὶ ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἀπέστειλεν τοὺς ἡγουμένους αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν δυνατῶν τὸν Αβδιαν καὶ Ζαχαριαν καὶ Ναθαναηλ καὶ Μιχαιαν διδάσκειν ἐν πόλεσιν Ιουδα (II Crônicas 17, 7)
καὶ μετ’ αὐτῶν οἱ Λευῖται Σαμουιας καὶ Ναθανιας καὶ Ζαβδιας καὶ Ασιηλ καὶ Σεμιραμωθ καὶ Ιωναθαν καὶ Αδωνιας καὶ Τωβιας οἱ Λευῖται καὶ μετ’ αὐτῶν Ελισαμα καὶ Ιωραμ οἱ ἱερεῖς (II Crônicas 17, 8)
καὶ ἐδίδασκον ἐν Ιουδα καὶ μετ’ αὐτῶν βύβλος νόμου κυρίου καὶ διῆλθον ἐν ταῖς πόλεσιν Ιουδα καὶ ἐδίδασκον τὸν λαόν (II Crônicas 17, 9)
καὶ ἐγένετο ἔκστασις κυρίου ἐπὶ πάσαις ταῖς βασιλείαις τῆς γῆς ταῖς κύκλῳ Ιουδα καὶ οὐκ ἐπολέμουν πρὸς Ιωσαφατ (II Crônicas 17, 10)
καὶ ἀπὸ τῶν ἀλλοφύλων ἔφερον τῷ Ιωσαφατ δῶρα καὶ ἀργύριον καὶ δόματα καὶ οἱ Ἄραβες ἔφερον αὐτῷ κριοὺς προβάτων ἑπτακισχιλίους ἑπτακοσίους (II Crônicas 17, 11)
καὶ ἦν Ιωσαφατ πορευόμενος μείζων ἕως εἰς ὕψος καὶ ᾠκοδόμησεν οἰκήσεις ἐν τῇ Ιουδαίᾳ καὶ πόλεις ὀχυράς (II Crônicas 17, 12)
καὶ ἔργα πολλὰ ἐγένετο αὐτῷ ἐν τῇ Ιουδαίᾳ καὶ ἄνδρες πολεμισταὶ δυνατοὶ ἰσχύοντες ἐν Ιερουσαλημ (II Crônicas 17, 13)
καὶ οὗτος ἀριθμὸς αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν τῷ Ιουδα χιλίαρχοι Εδνας ὁ ἄρχων καὶ μετ’ αὐτοῦ υἱοὶ δυνατοὶ δυνάμεως τριακόσιαι χιλιάδες (II Crônicas 17, 14)