Fundar 27855 Resultados para: Καὶ
καὶ ἀπῆραν ἐκ Πικριῶν καὶ ἦλθον εἰς Αιλιμ καὶ ἐν Αιλιμ δώδεκα πηγαὶ ὑδάτων καὶ ἑβδομήκοντα στελέχη φοινίκων καὶ παρενέβαλον ἐκεῖ παρὰ τὸ ὕδωρ (Números 33, 9)
καὶ ἀπῆραν ἐξ Αιλιμ καὶ παρενέβαλον ἐπὶ θάλασσαν ἐρυθράν (Números 33, 10)
καὶ ἀπῆραν ἀπὸ θαλάσσης ἐρυθρᾶς καὶ παρενέβαλον εἰς τὴν ἔρημον Σιν (Números 33, 11)
καὶ ἀπῆραν ἐκ τῆς ἐρήμου Σιν καὶ παρενέβαλον εἰς Ραφακα (Números 33, 12)
καὶ ἀπῆραν ἐκ Ραφακα καὶ παρενέβαλον ἐν Αιλους (Números 33, 13)
καὶ ἀπῆραν ἐξ Αιλους καὶ παρενέβαλον ἐν Ραφιδιν καὶ οὐκ ἦν ὕδωρ τῷ λαῷ πιεῖν ἐκεῖ (Números 33, 14)
καὶ ἀπῆραν ἐκ Ραφιδιν καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ Σινα (Números 33, 15)
καὶ ἀπῆραν ἐκ τῆς ἐρήμου Σινα καὶ παρενέβαλον ἐν Μνήμασιν τῆς ἐπιθυμίας (Números 33, 16)
καὶ ἀπῆραν ἐκ Μνημάτων ἐπιθυμίας καὶ παρενέβαλον ἐν Ασηρωθ (Números 33, 17)
καὶ ἀπῆραν ἐξ Ασηρωθ καὶ παρενέβαλον ἐν Ραθαμα (Números 33, 18)
καὶ ἀπῆραν ἐκ Ραθαμα καὶ παρενέβαλον ἐν Ρεμμων Φαρες (Números 33, 19)
καὶ ἀπῆραν ἐκ Ρεμμων Φαρες καὶ παρενέβαλον ἐν Λεμωνα (Números 33, 20)