Mosaico decorativo

Fundar 27855 Resultados para: Καὶ

  • προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ χριστοῦ, δι᾽ ὃ καὶ δέδεμαι, (Colossenses 4, 3)

  • ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. (Colossenses 4, 5)

  • τὰ κατ᾽ ἐμὲ πάντα γνωρίσει ὑμῖν τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν κυρίῳ, (Colossenses 4, 7)

  • ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν, (Colossenses 4, 8)

  • σὺν ὀνησίμῳ τῶ πιστῶ καὶ ἀγαπητῶ ἀδελφῶ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωρίσουσιν τὰ ὧδε. (Colossenses 4, 9)

  • ἀσπάζεται ὑμᾶς ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ μᾶρκος ὁ ἀνεψιὸς βαρναβᾶ περὶ οὖ ἐλάβετε ἐντολάς, ἐὰν ἔλθῃ πρὸς ὑμᾶς δέξασθε αὐτόν, (Colossenses 4, 10)

  • καὶ ἰησοῦς ὁ λεγόμενος ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς οὖτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία. (Colossenses 4, 11)

  • ἀσπάζεται ὑμᾶς ἐπαφρᾶς ὁ ἐξ ὑμῶν, δοῦλος χριστοῦ [ἰησοῦ], πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα σταθῆτε τέλειοι καὶ πεπληροφορημένοι ἐν παντὶ θελήματι τοῦ θεοῦ. (Colossenses 4, 12)

  • μαρτυρῶ γὰρ αὐτῶ ὅτι ἔχει πολὺν πόνον ὑπὲρ ὑμῶν καὶ τῶν ἐν λαοδικείᾳ καὶ τῶν ἐν ἱεραπόλει. (Colossenses 4, 13)

  • ἀσπάζεται ὑμᾶς λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ δημᾶς. (Colossenses 4, 14)

  • ἀσπάσασθε τοὺς ἐν λαοδικείᾳ ἀδελφοὺς καὶ νύμφαν καὶ τὴν κατ᾽ οἶκον αὐτῆς ἐκκλησίαν. (Colossenses 4, 15)

  • καὶ ὅταν ἀναγνωσθῇ παρ᾽ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. (Colossenses 4, 16)


"O homem sem Deus é um ser mutilado". São Padre Pio de Pietrelcina