Mosaico decorativo

Fundar 27855 Resultados para: Καὶ

  • καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη, κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ; (Atos dos Apóstolos 16, 30)

  • οἱ δὲ εἶπαν, πίστευσον ἐπὶ τὸν κύριον ἰησοῦν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου. (Atos dos Apóstolos 16, 31)

  • καὶ ἐλάλησαν αὐτῶ τὸν λόγον τοῦ κυρίου σὺν πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. (Atos dos Apóstolos 16, 32)

  • καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα, (Atos dos Apóstolos 16, 33)

  • ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον παρέθηκεν τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικεὶ πεπιστευκὼς τῶ θεῶ. (Atos dos Apóstolos 16, 34)

  • ὁ δὲ παῦλος ἔφη πρὸς αὐτούς, δείραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους, ἀνθρώπους ῥωμαίους ὑπάρχοντας, ἔβαλαν εἰς φυλακήν· καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; οὐ γάρ, ἀλλὰ ἐλθόντες αὐτοὶ ἡμᾶς ἐξαγαγέτωσαν. (Atos dos Apóstolos 16, 37)

  • καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτων ἀπελθεῖν ἀπὸ τῆς πόλεως. (Atos dos Apóstolos 16, 39)

  • ἐξελθόντες δὲ ἀπὸ τῆς φυλακῆς εἰσῆλθον πρὸς τὴν λυδίαν, καὶ ἰδόντες παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐξῆλθαν. (Atos dos Apóstolos 16, 40)

  • διοδεύσαντες δὲ τὴν ἀμφίπολιν καὶ τὴν ἀπολλωνίαν ἦλθον εἰς θεσσαλονίκην, ὅπου ἦν συναγωγὴ τῶν ἰουδαίων. (Atos dos Apóstolos 17, 1)

  • κατὰ δὲ τὸ εἰωθὸς τῶ παύλῳ εἰσῆλθεν πρὸς αὐτοὺς καὶ ἐπὶ σάββατα τρία διελέξατο αὐτοῖς ἀπὸ τῶν γραφῶν, (Atos dos Apóstolos 17, 2)

  • διανοίγων καὶ παρατιθέμενος ὅτι τὸν χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι οὖτός ἐστιν ὁ χριστός, [ὁ] ἰησοῦς, ὃν ἐγὼ καταγγέλλω ὑμῖν. (Atos dos Apóstolos 17, 3)

  • καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῶ παύλῳ καὶ τῶ σιλᾷ, τῶν τε σεβομένων ἑλλήνων πλῆθος πολὺ γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι. (Atos dos Apóstolos 17, 4)


"Mesmo a menor transgressão às leis de Deus será levada em conta." São Padre Pio de Pietrelcina