Fundar 27855 Resultados para: Καὶ
ἦν ἀνδρέας ὁ ἀδελφὸς σίμωνος πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ ἰωάννου καὶ ἀκολουθησάντων αὐτῶ· (São João 1, 40)
εὑρίσκει οὖτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον σίμωνα καὶ λέγει αὐτῶ, εὑρήκαμεν τὸν μεσσίαν ὅ ἐστιν μεθερμηνευόμενον χριστός· (São João 1, 41)
τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν γαλιλαίαν, καὶ εὑρίσκει φίλιππον. καὶ λέγει αὐτῶ ὁ ἰησοῦς, ἀκολούθει μοι. (São João 1, 43)
ἦν δὲ ὁ φίλιππος ἀπὸ βηθσαϊδά, ἐκ τῆς πόλεως ἀνδρέου καὶ πέτρου. (São João 1, 44)
εὑρίσκει φίλιππος τὸν ναθαναὴλ καὶ λέγει αὐτῶ, ὃν ἔγραψεν μωϊσῆς ἐν τῶ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, ἰησοῦν υἱὸν τοῦ ἰωσὴφ τὸν ἀπὸ ναζαρέτ. (São João 1, 45)
καὶ εἶπεν αὐτῶ ναθαναήλ, ἐκ ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῶ [ὁ] φίλιππος, ἔρχου καὶ ἴδε. (São João 1, 46)
εἶδεν ὁ ἰησοῦς τὸν ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ, ἴδε ἀληθῶς ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν. (São João 1, 47)
λέγει αὐτῶ ναθαναήλ, πόθεν με γινώσκεις; ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτῶ, πρὸ τοῦ σε φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. (São João 1, 48)
ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτῶ, ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις; μείζω τούτων ὄψῃ. (São João 1, 50)
καὶ λέγει αὐτῶ, ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου. (São João 1, 51)
καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν κανὰ τῆς γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ ἰησοῦ ἐκεῖ· (São João 2, 1)
ἐκλήθη δὲ καὶ ὁ ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. (São João 2, 2)