Mosaico decorativo

Fundar 27855 Resultados para: Καὶ

  • καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. (São Lucas 24, 14)

  • καὶ ἐγένετο ἐν τῶ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς, (São Lucas 24, 15)

  • εἶπεν δὲ πρὸς αὐτούς, τίνες οἱ λόγοι οὖτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες; καὶ ἐστάθησαν σκυθρωποί. (São Lucas 24, 17)

  • ἀποκριθεὶς δὲ εἷς ὀνόματι κλεοπᾶς εἶπεν πρὸς αὐτόν, σὺ μόνος παροικεῖς ἰερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; (São Lucas 24, 18)

  • καὶ εἶπεν αὐτοῖς, ποῖα; οἱ δὲ εἶπαν αὐτῶ, τὰ περὶ ἰησοῦ τοῦ ναζαρηνοῦ, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ, (São Lucas 24, 19)

  • ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν. (São Lucas 24, 20)

  • ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν ἰσραήλ· ἀλλά γε καὶ σὺν πᾶσιν τούτοις τρίτην ταύτην ἡμέραν ἄγει ἀφ᾽ οὖ ταῦτα ἐγένετο. (São Lucas 24, 21)

  • ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς· γενόμεναι ὀρθριναὶ ἐπὶ τὸ μνημεῖον (São Lucas 24, 22)

  • καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν. (São Lucas 24, 23)

  • καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὖρον οὕτως καθὼς καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον. (São Lucas 24, 24)

  • καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς, ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται· (São Lucas 24, 25)

  • οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; (São Lucas 24, 26)


"A caridade é o metro com o qual o Senhor nos julgará." São Padre Pio de Pietrelcina