Fundar 27855 Resultados para: Καὶ
καὶ διελογίζοντο πρὸς ἀλλήλους ὅτι ἄρτους οὐκ ἔχουσιν. (São Marcos 8, 16)
καὶ γνοὺς λέγει αὐτοῖς, τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε; πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν; (São Marcos 8, 17)
ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε, (São Marcos 8, 18)
ὅτε τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; καὶ λέγουσιν [αὐτῶ], ἑπτά. (São Marcos 8, 20)
καὶ ἔλεγεν αὐτοῖς, οὔπω συνίετε; (São Marcos 8, 21)
καὶ ἔρχονται εἰς βηθσαϊδάν. καὶ φέρουσιν αὐτῶ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται. (São Marcos 8, 22)
καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ἐξήνεγκεν αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῶ, ἐπηρώτα αὐτόν, εἴ τι βλέπεις; (São Marcos 8, 23)
καὶ ἀναβλέψας ἔλεγεν, βλέπω τοὺς ἀνθρώπους, ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας. (São Marcos 8, 24)
εἶτα πάλιν ἐπέθηκεν τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ διέβλεψεν, καὶ ἀπεκατέστη, καὶ ἐνέβλεπεν τηλαυγῶς ἅπαντα. (São Marcos 8, 25)
καὶ ἀπέστειλεν αὐτὸν εἰς οἶκον αὐτοῦ λέγων, μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς. (São Marcos 8, 26)
καὶ ἐξῆλθεν ὁ ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας καισαρείας τῆς φιλίππου· καὶ ἐν τῇ ὁδῶ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς, τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; (São Marcos 8, 27)
οἱ δὲ εἶπαν αὐτῶ λέγοντες [ὅτι] ἰωάννην τὸν βαπτιστήν, καὶ ἄλλοι, ἠλίαν, ἄλλοι δὲ ὅτι εἷς τῶν προφητῶν. (São Marcos 8, 28)