Mosaico decorativo

Fundar 27855 Resultados para: Καὶ

  • καὶ ἀνεγίνωσκε Βαρουχ ἐν τῷ βιβλίῳ τοὺς λόγους Ιερεμιου ἐν οἴκῳ κυρίου ἐν οἴκῳ Γαμαριου υἱοῦ Σαφαν τοῦ γραμματέως ἐν τῇ αὐλῇ τῇ ἐπάνω ἐν προθύροις πύλης τοῦ οἴκου κυρίου τῆς καινῆς ἐν ὠσὶ παντὸς τοῦ λαοῦ (Jeremias 43, 10)

  • καὶ ἤκουσεν Μιχαιας υἱὸς Γαμαριου υἱοῦ Σαφαν ἅπαντας τοὺς λόγους κυρίου ἐκ τοῦ βιβλίου (Jeremias 43, 11)

  • καὶ κατέβη εἰς οἶκον τοῦ βασιλέως εἰς τὸν οἶκον τοῦ γραμματέως καὶ ἰδοὺ ἐκεῖ πάντες οἱ ἄρχοντες ἐκάθηντο Ελισαμα ὁ γραμματεὺς καὶ Δαλαιας υἱὸς Σελεμιου καὶ Ελναθαν υἱὸς Ακχοβωρ καὶ Γαμαριας υἱὸς Σαφαν καὶ Σεδεκιας υἱὸς Ανανιου καὶ πάντες οἱ ἄρχοντες (Jeremias 43, 12)

  • καὶ ἀνήγγειλεν αὐτοῖς Μιχαιας πάντας τοὺς λόγους οὓς ἤκουσεν ἀναγινώσκοντος τοῦ Βαρουχ εἰς τὰ ὦτα τοῦ λαοῦ (Jeremias 43, 13)

  • καὶ ἀπέστειλαν πάντες οἱ ἄρχοντες πρὸς Βαρουχ υἱὸν Νηριου τὸν Ιουδιν υἱὸν Ναθανιου υἱοῦ Σελεμιου υἱοῦ Χουσι λέγοντες τὸ χαρτίον ἐν ᾧ σὺ ἀναγινώσκεις ἐν αὐτῷ ἐν ὠσὶ τοῦ λαοῦ λαβὲ αὐτὸ εἰς τὴν χεῖρά σου καὶ ἧκε καὶ ἔλαβεν Βαρουχ τὸ χαρτίον καὶ κατέβη πρὸς αὐτούς (Jeremias 43, 14)

  • καὶ εἶπαν αὐτῷ πάλιν ἀνάγνωθι εἰς τὰ ὦτα ἡμῶν καὶ ἀνέγνω Βαρουχ (Jeremias 43, 15)

  • καὶ ἐγενήθη ὡς ἤκουσαν πάντας τοὺς λόγους συνεβουλεύσαντο ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ εἶπαν ἀναγγέλλοντες ἀναγγείλωμεν τῷ βασιλεῖ ἅπαντας τοὺς λόγους τούτους (Jeremias 43, 16)

  • καὶ τὸν Βαρουχ ἠρώτησαν λέγοντες πόθεν ἔγραψας πάντας τοὺς λόγους τούτους (Jeremias 43, 17)

  • καὶ εἶπεν Βαρουχ ἀπὸ στόματος αὐτοῦ ἀνήγγειλέν μοι Ιερεμιας πάντας τοὺς λόγους τούτους καὶ ἔγραφον ἐν βιβλίῳ (Jeremias 43, 18)

  • καὶ εἶπαν τῷ Βαρουχ βάδισον κατακρύβηθι σὺ καὶ Ιερεμιας ἄνθρωπος μὴ γνώτω ποῦ ὑμεῖς (Jeremias 43, 19)

  • καὶ εἰσῆλθον πρὸς τὸν βασιλέα εἰς τὴν αὐλήν καὶ τὸ χαρτίον ἔδωκαν φυλάσσειν ἐν οἴκῳ Ελισαμα καὶ ἀνήγγειλαν τῷ βασιλεῖ πάντας τοὺς λόγους (Jeremias 43, 20)

  • καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Ιουδιν λαβεῖν τὸ χαρτίον καὶ ἔλαβεν αὐτὸ ἐξ οἴκου Ελισαμα καὶ ἀνέγνω Ιουδιν εἰς τὰ ὦτα τοῦ βασιλέως καὶ εἰς τὰ ὦτα πάντων τῶν ἀρχόντων τῶν ἑστηκότων περὶ τὸν βασιλέα (Jeremias 43, 21)


"No tumulto das paixões terrenas, surge a grande esperança da misericórdia inexorável de Deus." São Padre Pio de Pietrelcina