Fundar 27855 Resultados para: Καὶ
ἐπὶ τειχέων Βαβυλῶνος ἄρατε σημεῖον ἐπιστήσατε φαρέτρας ἐγείρατε φυλακάς ἑτοιμάσατε ὅπλα ὅτι ἐνεχείρησεν καὶ ποιήσει κύριος ἃ ἐλάλησεν ἐπὶ τοὺς κατοικοῦντας Βαβυλῶνα (Jeremias 28, 12)
κατασκηνοῦντας ἐφ’ ὕδασι πολλοῖς καὶ ἐπὶ πλήθει θησαυρῶν αὐτῆς ἥκει τὸ πέρας σου ἀληθῶς εἰς τὰ σπλάγχα σου (Jeremias 28, 13)
ὅτι ὤμοσεν κύριος κατὰ τοῦ βραχίονος αὐτοῦ διότι πληρώσω σε ἀνθρώπων ὡσεὶ ἀκρίδων καὶ φθέγξονται ἐπὶ σὲ οἱ καταβαίνοντες (Jeremias 28, 14)
εἰς φωνὴν ἔθετο ἦχος ὕδατος ἐν τῷ οὐρανῷ καὶ ἀνήγαγεν νεφέλας ἀπ’ ἐσχάτου τῆς γῆς ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν καὶ ἐξήγαγεν φῶς ἐκ θησαυρῶν αὐτοῦ (Jeremias 28, 16)
μάταιά ἐστιν ἔργα μεμωκημένα ἐν καιρῷ ἐπισκέψεως αὐτῶν ἀπολοῦνται (Jeremias 28, 18)
διασκορπίζεις σύ μοι σκεύη πολέμου καὶ διασκορπιῶ ἐν σοὶ ἔθνη καὶ ἐξαρῶ ἐκ σοῦ βασιλεῖς (Jeremias 28, 20)
καὶ διασκορπιῶ ἐν σοὶ ἵππον καὶ ἀναβάτην αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ ἅρματα καὶ ἀναβάτας αὐτῶν (Jeremias 28, 21)
καὶ διασκορπιῶ ἐν σοὶ νεανίσκον καὶ παρθένον καὶ διασκορπιῶ ἐν σοὶ ἄνδρα καὶ γυναῖκα (Jeremias 28, 22)
καὶ διασκορπιῶ ἐν σοὶ ποιμένα καὶ τὸ ποίμνιον αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ γεωργὸν καὶ τὸ γεώργιον αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ ἡγεμόνας καὶ στρατηγούς σου (Jeremias 28, 23)
καὶ ἀνταποδώσω τῇ Βαβυλῶνι καὶ πᾶσι τοῖς κατοικοῦσι Χαλδαίοις πάσας τὰς κακίας αὐτῶν ἃς ἐποίησαν ἐπὶ Σιων κατ’ ὀφθαλμοὺς ὑμῶν λέγει κύριος (Jeremias 28, 24)
ἰδοὺ ἐγὼ πρὸς σέ τὸ ὄρος τὸ διεφθαρμένον τὸ διαφθεῖρον πᾶσαν τὴν γῆν καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ κατακυλιῶ σε ἀπὸ τῶν πετρῶν καὶ δώσω σε ὡς ὄρος ἐμπεπυρισμένον (Jeremias 28, 25)
καὶ οὐ μὴ λάβωσιν ἀπὸ σοῦ λίθον εἰς γωνίαν καὶ λίθον εἰς θεμέλιον ὅτι εἰς ἀφανισμὸν εἰς τὸν αἰῶνα ἔσῃ λέγει κύριος (Jeremias 28, 26)