Mosaico decorativo

Fundar 27855 Resultados para: Καὶ

  • ὡς κέδρος ἀνυψώθην ἐν τῷ Λιβάνῳ καὶ ὡς κυπάρισσος ἐν ὄρεσιν Αερμων (Eclesiástico 24, 13)

  • ὡς φοῖνιξ ἀνυψώθην ἐν Αιγγαδοις καὶ ὡς φυτὰ ῥόδου ἐν Ιεριχω ὡς ἐλαία εὐπρεπὴς ἐν πεδίῳ καὶ ἀνυψώθην ὡς πλάτανος (Eclesiástico 24, 14)

  • ὡς κιννάμωμον καὶ ἀσπάλαθος ἀρωμάτων δέδωκα ὀσμὴν καὶ ὡς σμύρνα ἐκλεκτὴ διέδωκα εὐωδίαν ὡς χαλβάνη καὶ ὄνυξ καὶ στακτὴ καὶ ὡς λιβάνου ἀτμὶς ἐν σκηνῇ (Eclesiástico 24, 15)

  • ἐγὼ ὡς τερέμινθος ἐξέτεινα κλάδους μου καὶ οἱ κλάδοι μου κλάδοι δόξης καὶ χάριτος (Eclesiástico 24, 16)

  • ἐγὼ ὡς ἄμπελος ἐβλάστησα χάριν καὶ τὰ ἄνθη μου καρπὸς δόξης καὶ πλούτου (Eclesiástico 24, 17)

  • προσέλθετε πρός με οἱ ἐπιθυμοῦντές μου καὶ ἀπὸ τῶν γενημάτων μου ἐμπλήσθητε (Eclesiástico 24, 19)

  • τὸ γὰρ μνημόσυνόν μου ὑπὲρ τὸ μέλι γλυκύ καὶ ἡ κληρονομία μου ὑπὲρ μέλιτος κηρίον (Eclesiástico 24, 20)

  • οἱ ἐσθίοντές με ἔτι πεινάσουσιν καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν (Eclesiástico 24, 21)

  • ὁ ὑπακούων μου οὐκ αἰσχυνθήσεται καὶ οἱ ἐργαζόμενοι ἐν ἐμοὶ οὐχ ἁμαρτήσουσιν (Eclesiástico 24, 22)

  • ὁ πιμπλῶν ὡς Φισων σοφίαν καὶ ὡς Τίγρις ἐν ἡμέραις νέων (Eclesiástico 24, 25)

  • ὁ ἀναπληρῶν ὡς Εὐφράτης σύνεσιν καὶ ὡς Ιορδάνης ἐν ἡμέραις θερισμοῦ (Eclesiástico 24, 26)

  • οὐ συνετέλεσεν ὁ πρῶτος γνῶναι αὐτήν καὶ οὕτως ὁ ἔσχατος οὐκ ἐξιχνίασεν αὐτήν (Eclesiástico 24, 28)


"Reflita no que escreve, pois o Senhor vai lhe pedir contas disso." São Padre Pio de Pietrelcina