Fundar 27855 Resultados para: Καὶ
ἐν πάσῃ ψυχῇ σου πρόσελθε αὐτῇ καὶ ἐν ὅλῃ δυνάμει σου συντήρησον τὰς ὁδοὺς αὐτῆς (Eclesiástico 6, 26)
ἐξίχνευσον καὶ ζήτησον καὶ γνωσθήσεταί σοι καὶ ἐγκρατὴς γενόμενος μὴ ἀφῇς αὐτήν (Eclesiástico 6, 27)
ἐπ’ ἐσχάτων γὰρ εὑρήσεις τὴν ἀνάπαυσιν αὐτῆς καὶ στραφήσεταί σοι εἰς εὐφροσύνην (Eclesiástico 6, 28)
καὶ ἔσονταί σοι αἱ πέδαι εἰς σκέπην ἰσχύος καὶ οἱ κλοιοὶ αὐτῆς εἰς στολὴν δόξης (Eclesiástico 6, 29)
κόσμος γὰρ χρύσεός ἐστιν ἐπ’ αὐτῆς καὶ οἱ δεσμοὶ αὐτῆς κλῶσμα ὑακίνθινον (Eclesiástico 6, 30)
στολὴν δόξης ἐνδύσῃ αὐτὴν καὶ στέφανον ἀγαλλιάματος περιθήσεις σεαυτῷ (Eclesiástico 6, 31)
ἐὰν θέλῃς τέκνον παιδευθήσῃ καὶ ἐὰν ἐπιδῷς τὴν ψυχήν σου πανοῦργος ἔσῃ (Eclesiástico 6, 32)
ἐὰν ἀγαπήσῃς ἀκούειν ἐκδέξῃ καὶ ἐὰν κλίνῃς τὸ οὖς σου σοφὸς ἔσῃ (Eclesiástico 6, 33)
ἐν πλήθει πρεσβυτέρων στῆθι καὶ τίς σοφός αὐτῷ προσκολλήθητι (Eclesiástico 6, 34)
πᾶσαν διήγησιν θείαν θέλε ἀκροᾶσθαι καὶ παροιμίαι συνέσεως μὴ ἐκφευγέτωσάν σε (Eclesiástico 6, 35)
ἐὰν ἴδῃς συνετόν ὄρθριζε πρὸς αὐτόν καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ πούς σου (Eclesiástico 6, 36)
διανοοῦ ἐν τοῖς προστάγμασιν κυρίου καὶ ἐν ταῖς ἐντολαῖς αὐτοῦ μελέτα διὰ παντός αὐτὸς στηριεῖ τὴν καρδίαν σου καὶ ἡ ἐπιθυμία τῆς σοφίας δοθήσεταί σοι (Eclesiástico 6, 37)