Fundar 27855 Resultados para: Καὶ
καὶ ἐπορεύθη μετὰ δόξης εἰς Πτολεμαίδα καὶ ἀπήντησεν τοῖς δυσὶν βασιλεῦσι καὶ ἔδωκεν αὐτοῖς ἀργύριον καὶ χρυσίον καὶ τοῖς φίλοις αὐτῶν καὶ δόματα πολλὰ καὶ εὗρεν χάριν ἐνώπιον αὐτῶν (I Macabeus 10, 60)
καὶ ἐπισυνήχθησαν ἐπ’ αὐτὸν ἄνδρες λοιμοὶ ἐξ Ισραηλ ἄνδρες παράνομοι ἐντυχεῖν κατ’ αὐτοῦ καὶ οὐ προσέσχεν αὐτοῖς ὁ βασιλεύς (I Macabeus 10, 61)
καὶ προσέταξεν ὁ βασιλεὺς καὶ ἐξέδυσαν Ιωναθαν τὰ ἱμάτια αὐτοῦ καὶ ἐνέδυσαν αὐτὸν πορφύραν καὶ ἐποίησαν οὕτως (I Macabeus 10, 62)
καὶ ἐκάθισεν αὐτὸν ὁ βασιλεὺς μετ’ αὐτοῦ καὶ εἶπεν τοῖς ἄρχουσιν αὐτοῦ ἐξέλθατε μετ’ αὐτοῦ εἰς μέσον τῆς πόλεως καὶ κηρύξατε τοῦ μηδένα ἐντυγχάνειν κατ’ αὐτοῦ περὶ μηδενὸς πράγματος καὶ μηδεὶς αὐτῷ παρενοχλείτω περὶ παντὸς λόγου (I Macabeus 10, 63)
καὶ ἐγένετο ὡς εἶδον οἱ ἐντυγχάνοντες τὴν δόξαν αὐτοῦ καθὼς ἐκήρυξεν καὶ περιβεβλημένον αὐτὸν πορφύραν καὶ ἔφυγον πάντες (I Macabeus 10, 64)
καὶ ἐδόξασεν αὐτὸν ὁ βασιλεὺς καὶ ἔγραψεν αὐτὸν τῶν πρώτων φίλων καὶ ἔθετο αὐτὸν στρατηγὸν καὶ μεριδάρχην (I Macabeus 10, 65)
καὶ ἐπέστρεψεν Ιωναθαν εἰς Ιερουσαλημ μετ’ εἰρήνης καὶ εὐφροσύνης (I Macabeus 10, 66)
καὶ ἐν ἔτει πέμπτῳ καὶ ἑξηκοστῷ καὶ ἑκατοστῷ ἦλθεν Δημήτριος υἱὸς Δημητρίου ἐκ Κρήτης εἰς τὴν γῆν τῶν πατέρων αὐτοῦ (I Macabeus 10, 67)
καὶ ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς καὶ ἐλυπήθη σφόδρα καὶ ὑπέστρεψεν εἰς Ἀντιόχειαν (I Macabeus 10, 68)
καὶ κατέστησεν Δημήτριος Ἀπολλώνιον τὸν ὄντα ἐπὶ Κοίλης Συρίας καὶ συνήγαγεν δύναμιν μεγάλην καὶ παρενέβαλεν ἐπὶ Ιάμνειαν καὶ ἀπέστειλεν πρὸς Ιωναθαν τὸν ἀρχιερέα λέγων (I Macabeus 10, 69)
σὺ μονώτατος ἐπαίρῃ ἐφ’ ἡμᾶς ἐγὼ δὲ ἐγενήθην εἰς καταγέλωτα καὶ εἰς ὀνειδισμὸν διὰ σέ καὶ διὰ τί σὺ ἐξουσιάζῃ ἐφ’ ἡμᾶς ἐν τοῖς ὄρεσι (I Macabeus 10, 70)
νῦν οὖν εἰ πέποιθας ἐπὶ ταῖς δυνάμεσίν σου κατάβηθι πρὸς ἡμᾶς εἰς τὸ πεδίον καὶ συγκριθῶμεν ἑαυτοῖς ἐκεῖ ὅτι μετ’ ἐμοῦ ἐστιν δύναμις τῶν πόλεων (I Macabeus 10, 71)