Fundar 27855 Resultados para: Καὶ
καὶ ἦλθεν Γοργίας εἰς τὴν παρεμβολὴν Ιουδου νυκτὸς καὶ οὐδένα εὗρεν καὶ ἐζήτει αὐτοὺς ἐν τοῖς ὄρεσιν ὅτι εἶπεν φεύγουσιν οὗτοι ἀφ’ ἡμῶν (I Macabeus 4, 5)
καὶ ἅμα ἡμέρᾳ ὤφθη Ιουδας ἐν τῷ πεδίῳ ἐν τρισχιλίοις ἀνδράσιν πλὴν καλύμματα καὶ μαχαίρας οὐκ εἶχον ὡς ἠβούλοντο (I Macabeus 4, 6)
καὶ εἶδον παρεμβολὴν ἐθνῶν ἰσχυρὰν καὶ τεθωρακισμένην καὶ ἵππον κυκλοῦσαν αὐτήν καὶ οὗτοι διδακτοὶ πολέμου (I Macabeus 4, 7)
καὶ εἶπεν Ιουδας τοῖς ἀνδράσιν τοῖς μετ’ αὐτοῦ μὴ φοβεῖσθε τὸ πλῆθος αὐτῶν καὶ τὸ ὅρμημα αὐτῶν μὴ δειλωθῆτε (I Macabeus 4, 8)
καὶ νῦν βοήσωμεν εἰς οὐρανόν εἰ θελήσει ἡμᾶς καὶ μνησθήσεται διαθήκης πατέρων καὶ συντρίψει τὴν παρεμβολὴν ταύτην κατὰ πρόσωπον ἡμῶν σήμερον (I Macabeus 4, 10)
καὶ γνώσονται πάντα τὰ ἔθνη ὅτι ἔστιν ὁ λυτρούμενος καὶ σῴζων τὸν Ισραηλ (I Macabeus 4, 11)
καὶ ἦραν οἱ ἀλλόφυλοι τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον αὐτοὺς ἐρχομένους ἐξ ἐναντίας (I Macabeus 4, 12)
καὶ ἐξῆλθον ἐκ τῆς παρεμβολῆς εἰς πόλεμον καὶ ἐσάλπισαν οἱ παρὰ Ιουδου (I Macabeus 4, 13)
καὶ συνῆψαν καὶ συνετρίβησαν τὰ ἔθνη καὶ ἔφυγον εἰς τὸ πεδίον (I Macabeus 4, 14)
οἱ δὲ ἔσχατοι πάντες ἔπεσον ἐν ῥομφαίᾳ καὶ ἐδίωξαν αὐτοὺς ἕως Γαζηρων καὶ ἕως τῶν πεδίων τῆς Ιδουμαίας καὶ Ἀζώτου καὶ Ιαμνείας καὶ ἔπεσαν ἐξ αὐτῶν εἰς ἄνδρας τρισχιλίους (I Macabeus 4, 15)
καὶ ἀπέστρεψεν Ιουδας καὶ ἡ δύναμις ἀπὸ τοῦ διώκειν ὄπισθεν αὐτῶν (I Macabeus 4, 16)
καὶ εἶπεν πρὸς τὸν λαόν μὴ ἐπιθυμήσητε τῶν σκύλων ὅτι πόλεμος ἐξ ἐναντίας ἡμῶν (I Macabeus 4, 17)