Mosaico decorativo

Fundar 27855 Resultados para: Καὶ

  • Αβρααμ οὐχὶ ἐν πειρασμῷ εὑρέθη πιστός καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην (I Macabeus 2, 52)

  • Ιωσηφ ἐν καιρῷ στενοχωρίας αὐτοῦ ἐφύλαξεν ἐντολὴν καὶ ἐγένετο κύριος Αἰγύπτου (I Macabeus 2, 53)

  • καὶ οὕτως ἐννοήθητε κατὰ γενεὰν καὶ γενεάν ὅτι πάντες οἱ ἐλπίζοντες ἐπ’ αὐτὸν οὐκ ἀσθενήσουσιν (I Macabeus 2, 61)

  • καὶ ἀπὸ λόγων ἀνδρὸς ἁμαρτωλοῦ μὴ φοβηθῆτε ὅτι ἡ δόξα αὐτοῦ εἰς κόπρια καὶ εἰς σκώληκας (I Macabeus 2, 62)

  • σήμερον ἐπαρθήσεται καὶ αὔριον οὐ μὴ εὑρεθῇ ὅτι ἐπέστρεψεν εἰς τὸν χοῦν αὐτοῦ καὶ ὁ διαλογισμὸς αὐτοῦ ἀπολεῖται (I Macabeus 2, 63)

  • τέκνα ἀνδρίζεσθε καὶ ἰσχύσατε ἐν τῷ νόμῳ ὅτι ἐν αὐτῷ δοξασθήσεσθε (I Macabeus 2, 64)

  • καὶ ἰδοὺ Συμεων ὁ ἀδελφὸς ὑμῶν οἶδα ὅτι ἀνὴρ βουλῆς ἐστιν αὐτοῦ ἀκούετε πάσας τὰς ἡμέρας αὐτὸς ἔσται ὑμῶν πατήρ (I Macabeus 2, 65)

  • καὶ Ιουδας Μακκαβαῖος ἰσχυρὸς δυνάμει ἐκ νεότητος αὐτοῦ αὐτὸς ἔσται ὑμῖν ἄρχων στρατιᾶς καὶ πολεμήσει πόλεμον λαῶν (I Macabeus 2, 66)

  • καὶ ὑμεῖς προσάξετε πρὸς ὑμᾶς πάντας τοὺς ποιητὰς τοῦ νόμου καὶ ἐκδικήσατε ἐκδίκησιν τοῦ λαοῦ ὑμῶν (I Macabeus 2, 67)

  • ἀνταπόδοτε ἀνταπόδομα τοῖς ἔθνεσιν καὶ προσέχετε εἰς πρόσταγμα τοῦ νόμου (I Macabeus 2, 68)

  • καὶ εὐλόγησεν αὐτούς καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ (I Macabeus 2, 69)

  • καὶ ἀπέθανεν ἐν τῷ ἕκτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει καὶ ἐτάφη ἐν τάφοις πατέρων αὐτοῦ ἐν Μωδεϊν καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ κοπετὸν μέγαν (I Macabeus 2, 70)


"O Senhor se comunica conosco à medida que nos libertamos do nosso apego aos sentidos, que sacrificamos nossa vontade própria." São Padre Pio de Pietrelcina