Fundar 31 Resultados para: Ιουδιθ

  • καὶ εἶπεν Ιουδιθ πίομαι δή κύριε ὅτι ἐμεγαλύνθη τὸ ζῆν μου ἐν ἐμοὶ σήμερον παρὰ πάσας τὰς ἡμέρας τῆς γενέσεώς μου (Judite 12, 18)

  • ὑπελείφθη δὲ Ιουδιθ μόνη ἐν τῇ σκηνῇ καὶ Ολοφέρνης προπεπτωκὼς ἐπὶ τὴν κλίνην αὐτοῦ ἦν γὰρ περικεχυμένος αὐτῷ ὁ οἶνος (Judite 13, 2)

  • καὶ εἶπεν Ιουδιθ τῇ δούλῃ αὐτῆς στῆναι ἔξω τοῦ κοιτῶνος αὐτῆς καὶ ἐπιτηρεῖν τὴν ἔξοδον αὐτῆς καθάπερ καθ’ ἡμέραν ἐξελεύσεσθαι γὰρ ἔφη ἐπὶ τὴν προσευχὴν αὐτῆς καὶ τῷ Βαγώᾳ ἐλάλησεν κατὰ τὰ ῥήματα ταῦτα (Judite 13, 3)

  • καὶ ἀπήλθοσαν πάντες ἐκ προσώπου καὶ οὐδεὶς κατελείφθη ἐν τῷ κοιτῶνι ἀπὸ μικροῦ ἕως μεγάλου καὶ στᾶσα Ιουδιθ παρὰ τὴν κλίνην αὐτοῦ εἶπεν ἐν τῇ καρδίᾳ αὐτῆς κύριε ὁ θεὸς πάσης δυνάμεως ἐπίβλεψον ἐν τῇ ὥρᾳ ταύτῃ ἐπὶ τὰ ἔργα τῶν χειρῶν μου εἰς ὕψωμα Ιερουσαλημ (Judite 13, 4)

  • καὶ εἶπεν Ιουδιθ μακρόθεν τοῖς φυλάσσουσιν ἐπὶ τῶν πυλῶν ἀνοίξατε ἀνοίξατε δὴ τὴν πύλην μεθ’ ἡμῶν ὁ θεὸς ὁ θεὸς ἡμῶν ποιῆσαι ἔτι ἰσχὺν ἐν Ισραηλ καὶ κράτος κατὰ τῶν ἐχθρῶν καθὰ καὶ σήμερον ἐποίησεν (Judite 13, 11)

  • καὶ εἶπεν πρὸς αὐτοὺς Ιουδιθ ἀκούσατε δή μου ἀδελφοί καὶ λαβόντες τὴν κεφαλὴν ταύτην κρεμάσατε αὐτὴν ἐπὶ τῆς ἐπάλξεως τοῦ τείχους ὑμῶν (Judite 14, 1)

  • ὡς δὲ ἀνέλαβον αὐτόν προσέπεσεν τοῖς ποσὶν Ιουδιθ καὶ προσεκύνησεν τῷ προσώπῳ αὐτῆς καὶ εἶπεν εὐλογημένη σὺ ἐν παντὶ σκηνώματι Ιουδα καὶ ἐν παντὶ ἔθνει οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται (Judite 14, 7)

  • καὶ νῦν ἀνάγγειλόν μοι ὅσα ἐποίησας ἐν ταῖς ἡμέραις ταύταις καὶ ἀπήγγειλεν αὐτῷ Ιουδιθ ἐν μέσῳ τοῦ λαοῦ πάντα ὅσα ἦν πεποιηκυῖα ἀφ’ ἧς ἡμέρας ἐξῆλθεν ἕως οὗ ἐλάλει αὐτοῖς (Judite 14, 8)

  • καὶ εἰσῆλθεν Βαγώας καὶ ἔκρουσε τὴν αὐλαίαν τῆς σκηνῆς ὑπενόει γὰρ καθεύδειν αὐτὸν μετὰ Ιουδιθ (Judite 14, 14)

  • καὶ εἰσῆλθεν εἰς τὴν σκηνήν οὗ ἦν Ιουδιθ καταλύουσα καὶ οὐχ εὗρεν αὐτήν καὶ ἐξεπήδησεν εἰς τὸν λαὸν καὶ ἐβόησεν (Judite 14, 17)

  • καὶ Ιωακιμ ὁ ἱερεὺς ὁ μέγας καὶ ἡ γερουσία τῶν υἱῶν Ισραηλ οἱ κατοικοῦντες ἐν Ιερουσαλημ ἦλθον τοῦ θεάσασθαι τὰ ἀγαθά ἃ ἐποίησεν κύριος τῷ Ισραηλ καὶ τοῦ ἰδεῖν τὴν Ιουδιθ καὶ λαλῆσαι μετ’ αὐτῆς εἰρήνην (Judite 15, 8)

  • καὶ ἐλαφύρευσεν πᾶς ὁ λαὸς τὴν παρεμβολὴν ἐφ’ ἡμέρας τριάκοντα καὶ ἔδωκαν τῇ Ιουδιθ τὴν σκηνὴν Ολοφέρνου καὶ πάντα τὰ ἀργυρώματα καὶ τὰς κλίνας καὶ τὰ ὁλκεῖα καὶ πάντα τὰ κατασκευάσματα αὐτοῦ καὶ λαβοῦσα αὐτὴ ἐπέθηκεν ἐπὶ τὴν ἡμίονον αὐτῆς καὶ ἔζευξεν τὰς ἁμάξας αὐτῆς καὶ ἐσώρευσεν αὐτὰ ἐπ’ αὐτῶν (Judite 15, 11)


“O Santo Rosário é a arma daqueles que querem vencer todas as batalhas.” São Padre Pio de Pietrelcina