Mosaico decorativo

Fundar 3209 Resultados para: Θεό

  • τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν κορίνθῳ, ἡγιασμένοις ἐν χριστῶ ἰησοῦ, κλητοῖς ἁγίοις, σὺν πᾶσιν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ ἐν παντὶ τόπῳ, αὐτῶν καὶ ἡμῶν· (I Coríntios 1, 2)

  • χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου ἰησοῦ χριστοῦ. (I Coríntios 1, 3)

  • εὐχαριστῶ τῶ θεῶ μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν χριστῶ ἰησοῦ, (I Coríntios 1, 4)

  • πιστὸς ὁ θεὸς δι᾽ οὖ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ ἰησοῦ χριστοῦ τοῦ κυρίου ἡμῶν. (I Coríntios 1, 9)

  • ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις θεοῦ ἐστιν. (I Coríntios 1, 18)

  • ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου; (I Coríntios 1, 20)

  • ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεόν, εὐδόκησεν ὁ θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. (I Coríntios 1, 21)

  • αὐτοῖς δὲ τοῖς κλητοῖς, ἰουδαίοις τε καὶ ἕλλησιν, χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν· (I Coríntios 1, 24)

  • ὅτι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν, καὶ τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων. (I Coríntios 1, 25)

  • ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεὸς ἵνα καταισχύνῃ τοὺς σοφούς, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ θεὸς ἵνα καταισχύνῃ τὰ ἰσχυρά, (I Coríntios 1, 27)

  • καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεός, τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ, (I Coríntios 1, 28)

  • ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ. (I Coríntios 1, 29)


"Cuide de estar sempre em estado de graça." São Padre Pio de Pietrelcina