Fundar 3858 Resultados para: Θεού του Ισραήλ
καὶ ἦλθεν ὁ λαὸς εἰς Βαιθηλ καὶ ἐκάθισαν ἐκεῖ ἕως ἑσπέρας ἐνώπιον τοῦ θεοῦ καὶ ἦραν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν κλαυθμὸν μέγαν (Juízes 21, 2)
καὶ εἶπαν εἰς τί κύριε θεὲ Ισραηλ ἐγενήθη αὕτη τοῦ ἐπισκεπῆναι σήμερον ἀπὸ Ισραηλ φυλὴν μίαν (Juízes 21, 3)
καὶ εἶπον οἱ υἱοὶ Ισραηλ τίς οὐκ ἀνέβη ἐν τῇ ἐκκλησίᾳ ἀπὸ πασῶν φυλῶν Ισραηλ πρὸς κύριον ὅτι ὁ ὅρκος μέγας ἦν τοῖς οὐκ ἀναβεβηκόσιν πρὸς κύριον εἰς Μασσηφα λέγοντες θανάτῳ θανατωθήσεται (Juízes 21, 5)
καὶ παρεκλήθησαν οἱ υἱοὶ Ισραηλ πρὸς Βενιαμιν ἀδελφὸν αὐτῶν καὶ εἶπαν ἐξεκόπη σήμερον φυλὴ μία ἀπὸ Ισραηλ (Juízes 21, 6)
καὶ εἶπαν τίς εἷς ἀπὸ φυλῶν Ισραηλ ὃς οὐκ ἀνέβη πρὸς κύριον εἰς Μασσηφα καὶ ἰδοὺ οὐκ ἦλθεν ἀνὴρ εἰς τὴν παρεμβολὴν ἀπὸ Ιαβις Γαλααδ εἰς τὴν ἐκκλησίαν (Juízes 21, 8)
καὶ ἐπέστρεψεν Βενιαμιν πρὸς τοὺς υἱοὺς Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἔδωκαν αὐτοῖς οἱ υἱοὶ Ισραηλ τὰς γυναῖκας ἃς ἐζωοποίησαν ἀπὸ τῶν θυγατέρων Ιαβις Γαλααδ καὶ ἤρεσεν αὐτοῖς οὕτως (Juízes 21, 14)
καὶ ὁ λαὸς παρεκλήθη ἐπὶ τῷ Βενιαμιν ὅτι ἐποίησεν κύριος διακοπὴν ἐν ταῖς φυλαῖς Ισραηλ (Juízes 21, 15)
καὶ εἶπαν κληρονομία διασῳζομένων τῷ Βενιαμιν καὶ οὐκ ἐξαλειφθήσεται φυλὴ ἀπὸ Ισραηλ (Juízes 21, 17)
ὅτι ἡμεῖς οὐ δυνησόμεθα δοῦναι αὐτοῖς γυναῖκας ἀπὸ τῶν θυγατέρων ἡμῶν ὅτι ὠμόσαμεν ἐν υἱοῖς Ισραηλ λέγοντες ἐπικατάρατος ὁ διδοὺς γυναῖκα τῷ Βενιαμιν (Juízes 21, 18)
καὶ περιεπάτησαν ἐκεῖθεν οἱ υἱοὶ Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὴρ εἰς φυλὴν αὐτοῦ καὶ εἰς συγγένειαν αὐτοῦ καὶ ἐξῆλθον ἐκεῖθεν ἀνὴρ εἰς κληρονομίαν αὐτοῦ (Juízes 21, 24)
ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ ἀνὴρ τὸ εὐθὲς ἐνώπιον αὐτοῦ ἐποίει (Juízes 21, 25)
ἀποτείσαι κύριος τὴν ἐργασίαν σου καὶ γένοιτο ὁ μισθός σου πλήρης παρὰ κυρίου θεοῦ Ισραηλ πρὸς ὃν ἦλθες πεποιθέναι ὑπὸ τὰς πτέρυγας αὐτοῦ (Rute 2, 12)