Fundar 11889 Resultados para: Εἷς
καὶ ἀναγγελεῖς τῷ υἱῷ σου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων διὰ τοῦτο ἐποίησεν κύριος ὁ θεός μοι ὡς ἐξεπορευόμην ἐξ Αἰγύπτου (Êxodo 13, 8)
καὶ φυλάξεσθε τὸν νόμον τοῦτον κατὰ καιροὺς ὡρῶν ἀφ’ ἡμερῶν εἰς ἡμέρας (Êxodo 13, 10)
καὶ ἔσται ὡς ἂν εἰσαγάγῃ σε κύριος ὁ θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου καὶ δώσει σοι αὐτήν (Êxodo 13, 11)
καὶ ἀφελεῖς πᾶν διανοῖγον μήτραν τὰ ἀρσενικά τῷ κυρίῳ πᾶν διανοῖγον μήτραν ἐκ τῶν βουκολίων ἢ ἐν τοῖς κτήνεσίν σου ὅσα ἐὰν γένηταί σοι τὰ ἀρσενικά ἁγιάσεις τῷ κυρίῳ (Êxodo 13, 12)
πᾶν διανοῖγον μήτραν ὄνου ἀλλάξεις προβάτῳ ἐὰν δὲ μὴ ἀλλάξῃς λυτρώσῃ αὐτό πᾶν πρωτότοκον ἀνθρώπου τῶν υἱῶν σου λυτρώσῃ (Êxodo 13, 13)
ἐὰν δὲ ἐρωτήσῃ σε ὁ υἱός σου μετὰ ταῦτα λέγων τί τοῦτο καὶ ἐρεῖς αὐτῷ ὅτι ἐν χειρὶ κραταιᾷ ἐξήγαγεν ἡμᾶς κύριος ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας (Êxodo 13, 14)
καὶ ἔσται εἰς σημεῖον ἐπὶ τῆς χειρός σου καὶ ἀσάλευτον πρὸ ὀφθαλμῶν σου ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγέν σε κύριος ἐξ Αἰγύπτου (Êxodo 13, 16)
ὡς δὲ ἐξαπέστειλεν Φαραω τὸν λαόν οὐχ ὡδήγησεν αὐτοὺς ὁ θεὸς ὁδὸν γῆς Φυλιστιιμ ὅτι ἐγγὺς ἦν εἶπεν γὰρ ὁ θεός μήποτε μεταμελήσῃ τῷ λαῷ ἰδόντι πόλεμον καὶ ἀποστρέψῃ εἰς Αἴγυπτον (Êxodo 13, 17)
καὶ ἐκύκλωσεν ὁ θεὸς τὸν λαὸν ὁδὸν τὴν εἰς τὴν ἔρημον εἰς τὴν ἐρυθρὰν θάλασσαν πέμπτη δὲ γενεὰ ἀνέβησαν οἱ υἱοὶ Ισραηλ ἐκ γῆς Αἰγύπτου (Êxodo 13, 18)
λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἀποστρέψαντες στρατοπεδευσάτωσαν ἀπέναντι τῆς ἐπαύλεως ἀνὰ μέσον Μαγδώλου καὶ ἀνὰ μέσον τῆς θαλάσσης ἐξ ἐναντίας Βεελσεπφων ἐνώπιον αὐτῶν στρατοπεδεύσεις ἐπὶ τῆς θαλάσσης (Êxodo 14, 2)
καὶ κατεδίωξαν οἱ Αἰγύπτιοι ὀπίσω αὐτῶν καὶ εὕροσαν αὐτοὺς παρεμβεβληκότας παρὰ τὴν θάλασσαν καὶ πᾶσα ἡ ἵππος καὶ τὰ ἅρματα Φαραω καὶ οἱ ἱππεῖς καὶ ἡ στρατιὰ αὐτοῦ ἀπέναντι τῆς ἐπαύλεως ἐξ ἐναντίας Βεελσεπφων (Êxodo 14, 9)
οὐ τοῦτο ἦν τὸ ῥῆμα ὃ ἐλαλήσαμεν πρὸς σὲ ἐν Αἰγύπτῳ λέγοντες πάρες ἡμᾶς ὅπως δουλεύσωμεν τοῖς Αἰγυπτίοις κρεῖσσον γὰρ ἡμᾶς δουλεύειν τοῖς Αἰγυπτίοις ἢ ἀποθανεῖν ἐν τῇ ἐρήμῳ ταύτῃ (Êxodo 14, 12)