Fundar 11645 Resultados para: Δὲ
ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς ἰερουσαλήμ. (Atos dos Apóstolos 21, 12)
τότε ἀπεκρίθη ὁ παῦλος, τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεθῆναι ἀλλὰ καὶ ἀποθανεῖν εἰς ἰερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἰησοῦ. (Atos dos Apóstolos 21, 13)
μὴ πειθομένου δὲ αὐτοῦ ἡσυχάσαμεν εἰπόντες, τοῦ κυρίου τὸ θέλημα γινέσθω. (Atos dos Apóstolos 21, 14)
μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπισκευασάμενοι ἀνεβαίνομεν εἰς ἱεροσόλυμα· (Atos dos Apóstolos 21, 15)
συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ καισαρείας σὺν ἡμῖν, ἄγοντες παρ᾽ ᾧ ξενισθῶμεν μνάσωνί τινι κυπρίῳ, ἀρχαίῳ μαθητῇ. (Atos dos Apóstolos 21, 16)
γενομένων δὲ ἡμῶν εἰς ἱεροσόλυμα ἀσμένως ἀπεδέξαντο ἡμᾶς οἱ ἀδελφοί. (Atos dos Apóstolos 21, 17)
τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ παῦλος σὺν ἡμῖν πρὸς ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι. (Atos dos Apóstolos 21, 18)
οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν θεόν, εἶπόν τε αὐτῶ, θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν ἐν τοῖς ἰουδαίοις τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν· (Atos dos Apóstolos 21, 20)
κατηχήθησαν δὲ περὶ σοῦ ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ μωϊσέως τοὺς κατὰ τὰ ἔθνη πάντας ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα μηδὲ τοῖς ἔθεσιν περιπατεῖν. (Atos dos Apóstolos 21, 21)
τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς καὶ δαπάνησον ἐπ᾽ αὐτοῖς ἵνα ξυρήσονται τὴν κεφαλήν, καὶ γνώσονται πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς φυλάσσων τὸν νόμον. (Atos dos Apóstolos 21, 24)
περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ἐπεστείλαμεν κρίναντες φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον καὶ αἷμα καὶ πνικτὸν καὶ πορνείαν. (Atos dos Apóstolos 21, 25)
ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς ἀσίας ἰουδαῖοι θεασάμενοι αὐτὸν ἐν τῶ ἱερῶ συνέχεον πάντα τὸν ὄχλον καὶ ἐπέβαλον ἐπ᾽ αὐτὸν τὰς χεῖρας, (Atos dos Apóstolos 21, 27)