Fundar 11645 Resultados para: Δὲ
τὰ δὲ χρήματα τῶν παραγεγονότων ἐπὶ τὸν ἀγορασμὸν αὐτῶν ἔλαβον συνδιώξαντες δὲ αὐτοὺς ἐφ’ ἱκανὸν ἀνέλυσαν ὑπὸ τῆς ὥρας συγκλειόμενοι (II Macabeus 8, 25)
ὁπλολογήσαντες δὲ αὐτοὺς καὶ τὰ σκῦλα ἐκδύσαντες τῶν πολεμίων περὶ τὸ σάββατον ἐγίνοντο περισσῶς εὐλογοῦντες καὶ ἐξομολογούμενοι τῷ κυρίῳ τῷ διασώσαντι εἰς τὴν ἡμέραν ταύτην ἀρχὴν ἐλέους τάξαντος αὐτοῖς (II Macabeus 8, 27)
μετὰ δὲ τὸ σάββατον τοῖς ᾐκισμένοις καὶ ταῖς χήραις καὶ ὀρφανοῖς μερίσαντες ἀπὸ τῶν σκύλων τὰ λοιπὰ αὐτοὶ καὶ τὰ παιδία διεμερίσαντο (II Macabeus 8, 28)
ταῦτα δὲ διαπραξάμενοι καὶ κοινὴν ἱκετείαν ποιησάμενοι τὸν ἐλεήμονα κύριον ἠξίουν εἰς τέλος καταλλαγῆναι τοῖς αὑτοῦ δούλοις (II Macabeus 8, 29)
καὶ τοῖς περὶ Τιμόθεον καὶ Βακχίδην συνερίσαντες ὑπὲρ τοὺς δισμυρίους αὐτῶν ἀνεῖλον καὶ ὀχυρωμάτων ὑψηλῶν εὖ μάλα ἐγκρατεῖς ἐγένοντο καὶ λάφυρα πλείονα ἐμερίσαντο ἰσομοίρους αὑτοῖς καὶ τοῖς ᾐκισμένοις καὶ ὀρφανοῖς καὶ χήραις ἔτι δὲ καὶ πρεσβυτέροις ποιήσαντες (II Macabeus 8, 30)
ὁπλολογήσαντες δὲ αὑτοὺς ἐπιμελῶς πάντα συνέθηκαν εἰς τοὺς ἐπικαίρους τόπους τὰ δὲ λοιπὰ τῶν σκύλων ἤνεγκαν εἰς Ιεροσόλυμα (II Macabeus 8, 31)
τὸν δὲ φυλάρχην τῶν περὶ Τιμόθεον ἀνεῖλον ἀνοσιώτατον ἄνδρα καὶ πολλὰ τοὺς Ιουδαίους ἐπιλελυπηκότα (II Macabeus 8, 32)
ἐπινίκια δὲ ἄγοντες ἐν τῇ πατρίδι τοὺς ἐμπρήσαντας τοὺς ἱεροὺς πυλῶνας καὶ Καλλισθένην ὑφῆψαν εἰς ἓν οἰκίδιον πεφευγότα καὶ τὸν ἄξιον τῆς δυσσεβείας ἐκομίσατο μισθόν (II Macabeus 8, 33)
ὁ δὲ τρισαλιτήριος Νικάνωρ ὁ τοὺς χιλίους ἐμπόρους ἐπὶ τὴν πρᾶσιν τῶν Ιουδαίων ἀγαγὼν (II Macabeus 8, 34)
καὶ ὁ τοῖς Ῥωμαίοις ἀναδεξάμενος φόρον ἀπὸ τῆς τῶν ἐν Ιεροσολύμοις αἰχμαλωσίας κατορθώσασθαι κατήγγελλεν ὑπέρμαχον ἔχειν τοὺς Ιουδαίους καὶ διὰ τὸν τρόπον τοῦτον ἀτρώτους εἶναι τοὺς Ιουδαίους διὰ τὸ ἀκολουθεῖν τοῖς ὑπ’ αὐτοῦ προτεταγμένοις νόμοις (II Macabeus 8, 36)
περὶ δὲ τὸν καιρὸν ἐκεῖνον ἐτύγχανεν Ἀντίοχος ἀναλελυκὼς ἀκόσμως ἐκ τῶν περὶ τὴν Περσίδα τόπων (II Macabeus 9, 1)
ὄντι δὲ αὐτῷ κατ’ Ἐκβάτανα προσέπεσεν τὰ κατὰ Νικάνορα καὶ τοὺς περὶ Τιμόθεον γεγονότα (II Macabeus 9, 3)