Fundar 6961 Resultados para: Αυτού Μεγαλειότητα
καὶ ἐκάθισεν ὁ βασιλεὺς ἐπὶ τὴν καθέδραν αὐτοῦ ὡς ἅπαξ καὶ ἅπαξ ἐπὶ τῆς καθέδρας παρὰ τοῖχον καὶ προέφθασεν τὸν Ιωναθαν καὶ ἐκάθισεν Αβεννηρ ἐκ πλαγίων Σαουλ καὶ ἐπεσκέπη ὁ τόπος Δαυιδ (I Samuel 20, 25)
καὶ ἐγενήθη τῇ ἐπαύριον τοῦ μηνὸς τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ ἐπεσκέπη ὁ τόπος τοῦ Δαυιδ καὶ εἶπεν Σαουλ πρὸς Ιωναθαν τὸν υἱὸν αὐτοῦ τί ὅτι οὐ παραγέγονεν ὁ υἱὸς Ιεσσαι καὶ ἐχθὲς καὶ σήμερον ἐπὶ τὴν τράπεζαν (I Samuel 20, 27)
καὶ ἀπεκρίθη Ιωναθαν τῷ Σαουλ καὶ εἶπεν αὐτῷ παρῄτηται Δαυιδ παρ’ ἐμοῦ ἕως εἰς Βηθλεεμ τὴν πόλιν αὐτοῦ πορευθῆναι (I Samuel 20, 28)
καὶ ἐπῆρεν Σαουλ τὸ δόρυ ἐπὶ Ιωναθαν τοῦ θανατῶσαι αὐτόν καὶ ἔγνω Ιωναθαν ὅτι συντετέλεσται ἡ κακία αὕτη παρὰ τοῦ πατρὸς αὐτοῦ θανατῶσαι τὸν Δαυιδ (I Samuel 20, 33)
καὶ ἀνεπήδησεν Ιωναθαν ἀπὸ τῆς τραπέζης ἐν ὀργῇ θυμοῦ καὶ οὐκ ἔφαγεν ἐν τῇ δευτέρᾳ τοῦ μηνὸς ἄρτον ὅτι ἐθραύσθη ἐπὶ τὸν Δαυιδ ὅτι συνετέλεσεν ἐπ’ αὐτὸν ὁ πατὴρ αὐτοῦ (I Samuel 20, 34)
καὶ ἐγενήθη πρωὶ καὶ ἐξῆλθεν Ιωναθαν εἰς ἀγρόν καθὼς ἐτάξατο εἰς τὸ μαρτύριον Δαυιδ καὶ παιδάριον μικρὸν μετ’ αὐτοῦ (I Samuel 20, 35)
καὶ ἀνεβόησεν Ιωναθαν ὀπίσω τοῦ παιδαρίου αὐτοῦ λέγων ταχύνας σπεῦσον καὶ μὴ στῇς καὶ ἀνέλεξεν τὸ παιδάριον Ιωναθαν τὰς σχίζας πρὸς τὸν κύριον αὐτοῦ (I Samuel 20, 38)
καὶ Ιωναθαν ἔδωκεν τὰ σκεύη αὐτοῦ ἐπὶ τὸ παιδάριον αὐτοῦ καὶ εἶπεν τῷ παιδαρίῳ αὐτοῦ πορεύου εἴσελθε εἰς τὴν πόλιν (I Samuel 20, 40)
καὶ ὡς εἰσῆλθεν τὸ παιδάριον καὶ Δαυιδ ἀνέστη ἀπὸ τοῦ εργαβ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ τρίς καὶ κατεφίλησεν ἕκαστος τὸν πλησίον αὐτοῦ καὶ ἔκλαυσεν ἕκαστος τῷ πλησίον αὐτοῦ ἕως συντελείας μεγάλης (I Samuel 20, 41)
καὶ ἔρχεται Δαυιδ εἰς Νομβα πρὸς Αβιμελεχ τὸν ἱερέα καὶ ἐξέστη Αβιμελεχ τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπεν αὐτῷ τί ὅτι σὺ μόνος καὶ οὐθεὶς μετὰ σοῦ (I Samuel 21, 2)
καὶ εἶπαν οἱ παῖδες Αγχους πρὸς αὐτόν οὐχὶ οὗτος Δαυιδ ὁ βασιλεὺς τῆς γῆς οὐχὶ τούτῳ ἐξῆρχον αἱ χορεύουσαι λέγουσαι ἐπάταξεν Σαουλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυιδ ἐν μυριάσιν αὐτοῦ (I Samuel 21, 12)
καὶ ἔθετο Δαυιδ τὰ ῥήματα ἐν τῇ καρδίᾳ αὐτοῦ καὶ ἐφοβήθη σφόδρα ἀπὸ προσώπου Αγχους βασιλέως Γεθ (I Samuel 21, 13)