Mosaico decorativo

Fundar 6961 Resultados para: Αυτού Μεγαλειότητα

  • καὶ ἐγένετο ὅτε ὤρθρισαν τὸ πρωί καὶ ἰδοὺ Δαγων πεπτωκὼς ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον κιβωτοῦ διαθήκης κυρίου καὶ ἡ κεφαλὴ Δαγων καὶ ἀμφότερα τὰ ἴχνη χειρῶν αὐτοῦ ἀφῃρημένα ἐπὶ τὰ ἐμπρόσθια αμαφεθ ἕκαστον καὶ ἀμφότεροι οἱ καρποὶ τῶν χειρῶν αὐτοῦ πεπτωκότες ἐπὶ τὸ πρόθυρον πλὴν ἡ ῥάχις Δαγων ὑπελείφθη (I Samuel 5, 4)

  • καὶ εἶδον οἱ ἄνδρες Ἀζώτου ὅτι οὕτως καὶ λέγουσιν ὅτι οὐ καθήσεται κιβωτὸς τοῦ θεοῦ Ισραηλ μεθ’ ἡμῶν ὅτι σκληρὰ χεὶρ αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ Δαγων θεὸν ἡμῶν (I Samuel 5, 7)

  • καὶ εἶπαν εἰ ἐξαπεστέλλετε ὑμεῖς τὴν κιβωτὸν διαθήκης κυρίου θεοῦ Ισραηλ μὴ δὴ ἐξαποστείλητε αὐτὴν κενήν ἀλλὰ ἀποδιδόντες ἀπόδοτε αὐτῇ τῆς βασάνου καὶ τότε ἰαθήσεσθε καὶ ἐξιλασθήσεται ὑμῖν μὴ οὐκ ἀποστῇ ἡ χεὶρ αὐτοῦ ἀφ’ ὑμῶν (I Samuel 6, 3)

  • καὶ μῦς χρυσοῦς ὁμοίωμα τῶν μυῶν ὑμῶν τῶν διαφθειρόντων τὴν γῆν καὶ δώσετε τῷ κυρίῳ δόξαν ὅπως κουφίσῃ τὴν χεῖρα αὐτοῦ ἀφ’ ὑμῶν καὶ ἀπὸ τῶν θεῶν ὑμῶν καὶ ἀπὸ τῆς γῆς ὑμῶν (I Samuel 6, 5)

  • καὶ ὄψεσθε εἰ εἰς ὁδὸν ὁρίων αὐτῆς πορεύσεται κατὰ Βαιθσαμυς αὐτὸς πεποίηκεν ἡμῖν τὴν κακίαν ταύτην τὴν μεγάλην καὶ ἐὰν μή καὶ γνωσόμεθα ὅτι οὐ χεὶρ αὐτοῦ ἧπται ἡμῶν ἀλλὰ σύμπτωμα τοῦτο γέγονεν ἡμῖν (I Samuel 6, 9)

  • καὶ μῦς οἱ χρυσοῖ κατ’ ἀριθμὸν πασῶν πόλεων τῶν ἀλλοφύλων τῶν πέντε σατραπῶν ἐκ πόλεως ἐστερεωμένης καὶ ἕως κώμης τοῦ Φερεζαίου καὶ ἕως λίθου τοῦ μεγάλου οὗ ἐπέθηκαν ἐπ’ αὐτοῦ τὴν κιβωτὸν διαθήκης κυρίου τοῦ ἐν ἀγρῷ Ωσηε τοῦ Βαιθσαμυσίτου (I Samuel 6, 18)

  • καὶ ἔρχονται οἱ ἄνδρες Καριαθιαριμ καὶ ἀνάγουσιν τὴν κιβωτὸν διαθήκης κυρίου καὶ εἰσάγουσιν αὐτὴν εἰς οἶκον Αμιναδαβ τὸν ἐν τῷ βουνῷ καὶ τὸν Ελεαζαρ υἱὸν αὐτοῦ ἡγίασαν φυλάσσειν τὴν κιβωτὸν διαθήκης κυρίου (I Samuel 7, 1)

  • καὶ ἔλαβεν Σαμουηλ ἄρνα γαλαθηνὸν ἕνα καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωσιν σὺν παντὶ τῷ λαῷ τῷ κυρίῳ καὶ ἐβόησεν Σαμουηλ πρὸς κύριον περὶ Ισραηλ καὶ ἐπήκουσεν αὐτοῦ κύριος (I Samuel 7, 9)

  • καὶ ἔλαβεν Σαμουηλ λίθον ἕνα καὶ ἔστησεν αὐτὸν ἀνὰ μέσον Μασσηφαθ καὶ ἀνὰ μέσον τῆς παλαιᾶς καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Αβενεζερ λίθος τοῦ βοηθοῦ καὶ εἶπεν ἕως ἐνταῦθα ἐβοήθησεν ἡμῖν κύριος (I Samuel 7, 12)

  • καὶ ἐδίκαζεν Σαμουηλ τὸν Ισραηλ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ (I Samuel 7, 15)

  • ἡ δὲ ἀποστροφὴ αὐτοῦ εἰς Αρμαθαιμ ὅτι ἐκεῖ ἦν ὁ οἶκος αὐτοῦ καὶ ἐδίκαζεν ἐκεῖ τὸν Ισραηλ καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ (I Samuel 7, 17)

  • καὶ ἐγένετο ὡς ἐγήρασεν Σαμουηλ καὶ κατέστησεν τοὺς υἱοὺς αὐτοῦ δικαστὰς τῷ Ισραηλ (I Samuel 8, 1)


"Amar significa dar aos outros – especialmente a quem precisa e a quem sofre – o que de melhor temos em nós mesmos." São Padre Pio de Pietrelcina