Encontrados 124 resultados para: πρόσωπόν

  • διὰ τοῦτο οὕτως εἶπεν κύριος ἰδοὺ ἐγὼ ἐφίστημι τὸ πρόσωπόν μου (Jeremias 51, 11)

  • εἰσέλθοι πᾶσα ἡ κακία αὐτῶν κατὰ πρόσωπόν σου καὶ ἐπιφύλλισον αὐτοῖς ὃν τρόπον ἐποίησαν ἐπιφυλλίδα περὶ πάντων τῶν ἁμαρτημάτων μου ὅτι πολλοὶ οἱ στεναγμοί μου καὶ ἡ καρδία μου λυπεῖται (Lamentações 1, 22)

  • ὅτι οὐκ ἐπὶ τὰ δικαιώματα τῶν πατέρων ἡμῶν καὶ τῶν βασιλέων ἡμῶν ἡμεῖς καταβάλλομεν τὸν ἔλεον ἡμῶν κατὰ πρόσωπόν σου κύριε ὁ θεὸς ἡμῶν (Baruc 2, 19)

  • ὡς ὅρασις τόξου ὅταν ᾖ ἐν τῇ νεφέλῃ ἐν ἡμέρᾳ ὑετοῦ οὕτως ἡ στάσις τοῦ φέγγους κυκλόθεν αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης κυρίου καὶ εἶδον καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ ἤκουσα φωνὴν λαλοῦντος (Ezequiel 1, 28)

  • καὶ ἰδοὺ δέδωκα τὸ πρόσωπόν σου δυνατὸν κατέναντι τῶν προσώπων αὐτῶν καὶ τὸ νεῖκός σου κατισχύσω κατέναντι τοῦ νείκους αὐτῶν (Ezequiel 3, 8)

  • καὶ ἀνέστην καὶ ἐξῆλθον εἰς τὸ πεδίον καὶ ἰδοὺ ἐκεῖ δόξα κυρίου εἱστήκει καθὼς ἡ ὅρασις καὶ καθὼς ἡ δόξα ἣν εἶδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ καὶ πίπτω ἐπὶ πρόσωπόν μου (Ezequiel 3, 23)

  • καὶ σὺ λαβὲ σεαυτῷ τήγανον σιδηροῦν καὶ θήσεις αὐτὸ τοῖχον σιδηροῦν ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς πόλεως καὶ ἑτοιμάσεις τὸ πρόσωπόν σου ἐπ’ αὐτήν καὶ ἔσται ἐν συγκλεισμῷ καὶ συγκλείσεις αὐτήν σημεῖόν ἐστιν τοῦτο τοῖς υἱοῖς Ισραηλ (Ezequiel 4, 3)

  • καὶ εἰς τὸν συγκλεισμὸν Ιερουσαλημ ἑτοιμάσεις τὸ πρόσωπόν σου καὶ τὸν βραχίονά σου στερεώσεις καὶ προφητεύσεις ἐπ’ αὐτήν (Ezequiel 4, 7)

  • υἱὲ ἀνθρώπου στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰ ὄρη Ισραηλ καὶ προφήτευσον ἐπ’ αὐτὰ (Ezequiel 6, 2)

  • καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ’ αὐτῶν καὶ μιανοῦσιν τὴν ἐπισκοπήν μου καὶ εἰσελεύσονται εἰς αὐτὰ ἀφυλάκτως καὶ βεβηλώσουσιν αὐτά (Ezequiel 7, 22)

  • καὶ ἐγένετο ἐν τῷ κόπτειν αὐτοὺς καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ ἀνεβόησα καὶ εἶπα οἴμμοι κύριε ἐξαλείφεις σὺ τοὺς καταλοίπους τοῦ Ισραηλ ἐν τῷ ἐκχέαι σε τὸν θυμόν σου ἐπὶ Ιερουσαλημ (Ezequiel 9, 8)

  • καὶ ἐγένετο ἐν τῷ προφητεύειν με καὶ Φαλτιας ὁ τοῦ Βαναιου ἀπέθανεν καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ ἀνεβόησα φωνῇ μεγάλῃ καὶ εἶπα οἴμμοι οἴμμοι κύριε εἰς συντέλειαν σὺ ποιεῖς τοὺς καταλοίπους τοῦ Ισραηλ (Ezequiel 11, 13)


“Viva sempre sob o olhar do Bom Pastor e você ficara’ imune aos pastos contaminados.” São Padre Pio de Pietrelcina