Encontrados 2453 resultados para: οι βασιλιάδες του Ισραήλ
καὶ ἔθυσεν ὁ βασιλεὺς Σαλωμων τὰς θυσίας τῶν εἰρηνικῶν ἃς ἔθυσεν τῷ κυρίῳ βοῶν δύο καὶ εἴκοσι χιλιάδας καὶ προβάτων ἑκατὸν εἴκοσι χιλιάδας καὶ ἐνεκαίνισεν τὸν οἶκον κυρίου ὁ βασιλεὺς καὶ πάντες οἱ υἱοὶ Ισραηλ (I Reis 8, 63)
καὶ ἐποίησεν Σαλωμων τὴν ἑορτὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ πᾶς Ισραηλ μετ’ αὐτοῦ ἐκκλησία μεγάλη ἀπὸ τῆς εἰσόδου Ημαθ ἕως ποταμοῦ Αἰγύπτου ἐνώπιον κυρίου θεοῦ ἡμῶν ἐν τῷ οἴκῳ ᾧ ᾠκοδόμησεν ἐσθίων καὶ πίνων καὶ εὐφραινόμενος ἐνώπιον κυρίου θεοῦ ἡμῶν ἑπτὰ ἡμέρας (I Reis 8, 65)
καὶ ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξαπέστειλεν τὸν λαὸν καὶ εὐλόγησεν αὐτόν καὶ ἀπῆλθον ἕκαστος εἰς τὰ σκηνώματα αὐτοῦ χαίροντες καὶ ἀγαθῇ καρδίᾳ ἐπὶ τοῖς ἀγαθοῖς οἷς ἐποίησεν κύριος τῷ Δαυιδ δούλῳ αὐτοῦ καὶ τῷ Ισραηλ λαῷ αὐτοῦ (I Reis 8, 66)
καὶ ἀναστήσω τὸν θρόνον τῆς βασιλείας σου ἐπὶ Ισραηλ εἰς τὸν αἰῶνα καθὼς ἐλάλησα τῷ Δαυιδ πατρί σου λέγων οὐκ ἐξαρθήσεταί σοι ἀνὴρ ἡγούμενος ἐν Ισραηλ (I Reis 9, 5)
καὶ ἐξαρῶ τὸν Ισραηλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς καὶ τὸν οἶκον τοῦτον ὃν ἡγίασα τῷ ὀνόματί μου ἀπορρίψω ἐκ προσώπου μου καὶ ἔσται Ισραηλ εἰς ἀφανισμὸν καὶ εἰς λάλημα εἰς πάντας τοὺς λαούς (I Reis 9, 7)
γένοιτο κύριος ὁ θεός σου εὐλογημένος ὃς ἠθέλησεν ἐν σοὶ δοῦναί σε ἐπὶ θρόνου Ισραηλ διὰ τὸ ἀγαπᾶν κύριον τὸν Ισραηλ στῆσαι εἰς τὸν αἰῶνα καὶ ἔθετό σε βασιλέα ἐπ’ αὐτοὺς τοῦ ποιεῖν κρίμα ἐν δικαιοσύνῃ καὶ ἐν κρίμασιν αὐτῶν (I Reis 10, 9)
ὅτι ναῦς Θαρσις τῷ βασιλεῖ ἐν τῇ θαλάσσῃ μετὰ τῶν νηῶν Χιραμ μία διὰ τριῶν ἐτῶν ἤρχετο τῷ βασιλεῖ ναῦς ἐκ Θαρσις χρυσίου καὶ ἀργυρίου καὶ λίθων τορευτῶν καὶ πελεκητῶν (22a) αὕτη ἦν ἡ πραγματεία τῆς προνομῆς ἧς ἀνήνεγκεν ὁ βασιλεὺς Σαλωμων οἰκοδομῆσαι τὸν οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ τὸ τεῖχος Ιερουσαλημ καὶ τὴν ἄκραν τοῦ περιφράξαι τὸν φραγμὸν τῆς πόλεως Δαυιδ καὶ τὴν Ασσουρ καὶ τὴν Μαγδαν καὶ τὴν Γαζερ καὶ τὴν Βαιθωρων τὴν ἀνωτέρω καὶ τὴν Ιεθερμαθ καὶ πάσας τὰς πόλεις τῶν ἁρμάτων καὶ πάσας τὰς πόλεις τῶν ἱππέων καὶ τὴν πραγματείαν Σαλωμων ἣν ἐπραγματεύσατο οἰκοδομῆσαι ἐν Ιερουσαλημ καὶ ἐν πάσῃ τῇ γῇ τοῦ μὴ κατάρξαι αὐτοῦ (22b) πάντα τὸν λαὸν τὸν ὑπολελειμμένον ἀπὸ τοῦ Χετταίου καὶ τοῦ Αμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Χαναναίου καὶ τοῦ Ευαίου καὶ τοῦ Ιεβουσαίου καὶ τοῦ Γεργεσαίου τῶν μὴ ἐκ τῶν υἱῶν Ισραηλ ὄντων τὰ τέκνα αὐτῶν τὰ ὑπολελειμμένα μετ’ αὐτοὺς ἐν τῇ γῇ οὓς οὐκ ἐδύναντο οἱ υἱοὶ Ισραηλ ἐξολεθρεῦσαι αὐτούς καὶ ἀνήγαγεν αὐτοὺς Σαλωμων εἰς φόρον ἕως τῆς ἡμέρας ταύτης (22c) καὶ ἐκ τῶν υἱῶν Ισραηλ οὐκ ἔδωκε Σαλωμων εἰς πρᾶγμα ὅτι αὐτοὶ ἦσαν ἄνδρες οἱ πολεμισταὶ καὶ παῖδες αὐτοῦ καὶ ἄρχοντες τῶν ἁρμάτων αὐτοῦ καὶ ἱππεῖς αὐτοῦ (I Reis 10, 22)
ἐκ τῶν ἐθνῶν ὧν ἀπεῖπεν κύριος τοῖς υἱοῖς Ισραηλ οὐκ εἰσελεύσεσθε εἰς αὐτούς καὶ αὐτοὶ οὐκ εἰσελεύσονται εἰς ὑμᾶς μὴ ἐκκλίνωσιν τὰς καρδίας ὑμῶν ὀπίσω εἰδώλων αὐτῶν εἰς αὐτοὺς ἐκολλήθη Σαλωμων τοῦ ἀγαπῆσαι (I Reis 11, 2)
καὶ ὠργίσθη κύριος ἐπὶ Σαλωμων ὅτι ἐξέκλινεν καρδίαν αὐτοῦ ἀπὸ κυρίου θεοῦ Ισραηλ τοῦ ὀφθέντος αὐτῷ δὶς (I Reis 11, 9)
καὶ ἤγειρεν κύριος σαταν τῷ Σαλωμων τὸν Αδερ τὸν Ιδουμαῖον καὶ τὸν Εσρωμ υἱὸν Ελιαδαε τὸν ἐν Ραεμμαθ Αδραζαρ βασιλέα Σουβα κύριον αὐτοῦ καὶ συνηθροίσθησαν ἐπ’ αὐτὸν ἄνδρες καὶ ἦν ἄρχων συστρέμματος καὶ προκατελάβετο τὴν Δαμασεκ καὶ ἦσαν σαταν τῷ Ισραηλ πάσας τὰς ἡμέρας Σαλωμων καὶ Αδερ ὁ Ιδουμαῖος ἐκ τοῦ σπέρματος τῆς βασιλείας ἐν Ιδουμαίᾳ (I Reis 11, 14)
ὅτι ἓξ μῆνας ἐνεκάθητο ἐκεῖ Ιωαβ καὶ πᾶς Ισραηλ ἐν τῇ Ιδουμαίᾳ ἕως ὅτου ἐξωλέθρευσεν πᾶν ἀρσενικὸν ἐκ τῆς Ιδουμαίας (I Reis 11, 16)
αὕτη ἡ κακία ἣν ἐποίησεν Αδερ καὶ ἐβαρυθύμησεν ἐν Ισραηλ καὶ ἐβασίλευσεν ἐν γῇ Εδωμ (I Reis 11, 25)