Encontrados 82 resultados para: εἰρήνην

  • καὶ ζητήσατε εἰς εἰρήνην τῆς γῆς εἰς ἣν ἀπῴκισα ὑμᾶς ἐκεῖ καὶ προσεύξασθε περὶ αὐτῶν πρὸς κύριον ὅτι ἐν εἰρήνῃ αὐτῆς ἔσται εἰρήνη ὑμῖν (Jeremias 36, 7)

  • ἰδοὺ ἐγὼ ἀνάγω αὐτῇ συνούλωσιν καὶ ἴαμα καὶ φανερώσω αὐτοῖς εἰσακούειν καὶ ἰατρεύσω αὐτὴν καὶ ποιήσω αὐτοῖς εἰρήνην καὶ πίστιν (Jeremias 40, 6)

  • καὶ εἶπαν τῷ βασιλεῖ ἀναιρεθήτω δὴ ὁ ἄνθρωπος ἐκεῖνος ὅτι αὐτὸς ἐκλύει τὰς χεῖρας τῶν ἀνθρώπων τῶν πολεμούντων τῶν καταλειπομένων ἐν τῇ πόλει καὶ τὰς χεῖρας παντὸς τοῦ λαοῦ λαλῶν πρὸς αὐτοὺς κατὰ τοὺς λόγους τούτους ὅτι ὁ ἄνθρωπος οὗτος οὐ χρησμολογεῖ εἰρήνην τῷ λαῷ τούτῳ ἀλλ’ ἢ πονηρά (Jeremias 45, 4)

  • ἐξιλασμὸς ἥξει καὶ ζητήσει εἰρήνην καὶ οὐκ ἔσται (Ezequiel 7, 25)

  • προφῆται τοῦ Ισραηλ οἱ προφητεύοντες ἐπὶ Ιερουσαλημ καὶ οἱ ὁρῶντες αὐτῇ εἰρήνην καὶ εἰρήνη οὐκ ἔστιν λέγει κύριος (Ezequiel 13, 16)

  • τάδε λέγει κύριος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου τοὺς δάκνοντας ἐν τοῖς ὀδοῦσιν αὐτῶν καὶ κηρύσσοντας ἐπ’ αὐτὸν εἰρήνην καὶ οὐκ ἐδόθη εἰς τὸ στόμα αὐτῶν ἤγειραν ἐπ’ αὐτὸν πόλεμον (Miquéias 3, 5)

  • ἰδοὺ ἐπὶ τὰ ὄρη οἱ πόδες εὐαγγελιζομένου καὶ ἀπαγγέλλοντος εἰρήνην ἑόρταζε Ιουδα τὰς ἑορτάς σου ἀπόδος τὰς εὐχάς σου διότι οὐ μὴ προσθήσωσιν ἔτι τοῦ διελθεῖν διὰ σοῦ εἰς παλαίωσιν συντετέλεσται ἐξῆρται (Naum 2, 1)

  • διότι μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην λέγει κύριος παντοκράτωρ καὶ ἐν τῷ τόπῳ τούτῳ δώσω εἰρήνην λέγει κύριος παντοκράτωρ καὶ εἰρήνην ψυχῆς εἰς περιποίησιν παντὶ τῷ κτίζοντι τοῦ ἀναστῆσαι τὸν ναὸν τοῦτον (Ageu 2, 9)

  • ἀλλ’ ἢ δείξω εἰρήνην ἡ ἄμπελος δώσει τὸν καρπὸν αὐτῆς καὶ ἡ γῆ δώσει τὰ γενήματα αὐτῆς καὶ ὁ οὐρανὸς δώσει τὴν δρόσον αὐτοῦ καὶ κατακληρονομήσω τοῖς καταλοίποις τοῦ λαοῦ μου πάντα ταῦτα (Zacarias 8, 12)

  • τάδε λέγει κύριος παντοκράτωρ νηστεία ἡ τετρὰς καὶ νηστεία ἡ πέμπτη καὶ νηστεία ἡ ἑβδόμη καὶ νηστεία ἡ δεκάτη ἔσονται τῷ οἴκῳ Ιουδα εἰς χαρὰν καὶ εἰς εὐφροσύνην καὶ εἰς ἑορτὰς ἀγαθὰς καὶ εὐφρανθήσεσθε καὶ τὴν ἀλήθειαν καὶ τὴν εἰρήνην ἀγαπήσατε (Zacarias 8, 19)


“Combata vigorosamente, se está interessado em obter o prêmio destinado às almas fortes.” São Padre Pio de Pietrelcina