Encontrados 238 resultados para: εἰπὸν

  • καὶ σὺ περίζωσαι τὴν ὀσφύν σου καὶ ἀνάστηθι καὶ εἰπὸν πρὸς αὐτοὺς πάντα ὅσα ἂν ἐντείλωμαί σοι μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν μηδὲ πτοηθῇς ἐναντίον αὐτῶν ὅτι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε λέγει κύριος (Jeremias 1, 17)

  • καὶ οὐκ εἶπον ἐν τῇ καρδίᾳ αὐτῶν φοβηθῶμεν δὴ κύριον τὸν θεὸν ἡμῶν τὸν διδόντα ἡμῖν ὑετὸν πρόιμον καὶ ὄψιμον κατὰ καιρὸν πληρώσεως προστάγματος θερισμοῦ καὶ ἐφύλαξεν ἡμῖν (Jeremias 5, 24)

  • καὶ νῦν εἰπὸν πρὸς ἄνδρας Ιουδα καὶ πρὸς τοὺς κατοικοῦντας Ιερουσαλημ ἰδοὺ ἐγὼ πλάσσω ἐφ’ ὑμᾶς κακὰ καὶ λογίζομαι ἐφ’ ὑμᾶς λογισμόν ἀποστραφήτω δὴ ἕκαστος ἀπὸ ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ καλλίονα ποιήσετε τὰ ἐπιτηδεύματα ὑμῶν (Jeremias 18, 11)

  • βάδιζε καὶ εἰπὸν πρὸς Ανανιαν λέγων οὕτως εἶπεν κύριος κλοιοὺς ξυλίνους συνέτριψας καὶ ποιήσω ἀντ’ αὐτῶν κλοιοὺς σιδηροῦς (Jeremias 35, 13)

  • οὕτως λέγει κύριος πορεύου καὶ εἰπὸν ἀνθρώπῳ Ιουδα καὶ τοῖς κατοικοῦσιν Ιερουσαλημ οὐ μὴ λάβητε παιδείαν τοῦ ἀκούειν τοὺς λόγους μου (Jeremias 42, 13)

  • πορεύου καὶ εἰπὸν πρὸς Αβδεμελεχ τὸν Αἰθίοπα οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ ἰδοὺ ἐγὼ φέρω τοὺς λόγους μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά (Jeremias 46, 16)

  • εἰπὸν αὐτῷ οὕτως εἶπεν κύριος ἰδοὺ οὓς ἐγὼ ᾠκοδόμησα ἐγὼ καθαιρῶ καὶ οὓς ἐγὼ ἐφύτευσα ἐγὼ ἐκτίλλω (Jeremias 51, 34)

  • ἐκάλεσεν αὐτοὺς καὶ εἶπον πάρεσμεν ἔλαμψαν μετ’ εὐφροσύνης τῷ ποιήσαντι αὐτούς (Baruc 3, 35)

  • εἰπὸν πρὸς αὐτούς τάδε λέγει κύριος κύριος ὁ ἄρχων καὶ ὁ ἀφηγούμενος ἐν Ιερουσαλημ καὶ παντὶ οἴκῳ Ισραηλ οἵ εἰσιν ἐν μέσῳ αὐτῶν (Ezequiel 12, 10)

  • εἰπὸν ὅτι ἐγὼ τέρατα ποιῶ ἐν μέσῳ αὐτῆς ὃν τρόπον πεποίηκα οὕτως ἔσται αὐτοῖς ἐν μετοικεσίᾳ καὶ ἐν αἰχμαλωσίᾳ πορεύσονται (Ezequiel 12, 11)

  • διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς τάδε λέγει κύριος ἀποστρέψω τὴν παραβολὴν ταύτην καὶ οὐκέτι μὴ εἴπωσιν τὴν παραβολὴν ταύτην οἶκος τοῦ Ισραηλ ὅτι λαλήσεις πρὸς αὐτούς ἠγγίκασιν αἱ ἡμέραι καὶ λόγος πάσης ὁράσεως (Ezequiel 12, 23)

  • διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς τάδε λέγει κύριος οὐ μὴ μηκύνωσιν οὐκέτι πάντες οἱ λόγοι μου οὓς ἂν λαλήσω λαλήσω καὶ ποιήσω λέγει κύριος (Ezequiel 12, 28)


“Quando a videira se separa da estaca que a sustenta, cai, e ao ficar na terra apodrece com todos os cachos que possui. Alerta, portanto, o demônio não dorme!” São Padre Pio de Pietrelcina