Encontrados 3858 resultados para: Θεού του Ισραήλ
καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς θεοῦ καὶ ἐν πολλῇ εἰρήνῃ τὰ τέκνα σου (Isaías 54, 13)
ἔθνη ἃ οὐκ ᾔδεισάν σε ἐπικαλέσονταί σε καὶ λαοί οἳ οὐκ ἐπίστανταί σε ἐπὶ σὲ καταφεύξονται ἕνεκεν τοῦ θεοῦ σου τοῦ ἁγίου Ισραηλ ὅτι ἐδόξασέν σε (Isaías 55, 5)
εἶπεν κύριος ὁ συνάγων τοὺς διεσπαρμένους Ισραηλ ὅτι συνάξω ἐπ’ αὐτὸν συναγωγήν (Isaías 56, 8)
ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσιν καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν ὡς λαὸς δικαιοσύνην πεποιηκὼς καὶ κρίσιν θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπὼς αἰτοῦσίν με νῦν κρίσιν δικαίαν καὶ ἐγγίζειν θεῷ ἐπιθυμοῦσιν (Isaías 58, 2)
τότε ῥαγήσεται πρόιμον τὸ φῶς σου καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου καὶ ἡ δόξα τοῦ θεοῦ περιστελεῖ σε (Isaías 58, 8)
ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ τοῦ θεοῦ καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀφ’ ὑμῶν τοῦ μὴ ἐλεῆσαι (Isaías 59, 2)
ἠσεβήσαμεν καὶ ἐψευσάμεθα καὶ ἀπέστημεν ἀπὸ ὄπισθεν τοῦ θεοῦ ἡμῶν ἐλαλήσαμεν ἄδικα καὶ ἠπειθήσαμεν ἐκύομεν καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμῶν λόγους ἀδίκους (Isaías 59, 13)
ἐμὲ νῆσοι ὑπέμειναν καὶ πλοῖα Θαρσις ἐν πρώτοις ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν καὶ τὸν ἄργυρον καὶ τὸν χρυσὸν μετ’ αὐτῶν διὰ τὸ ὄνομα κυρίου τὸ ἅγιον καὶ διὰ τὸ τὸν ἅγιον τοῦ Ισραηλ ἔνδοξον εἶναι (Isaías 60, 9)
καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ ταπεινωσάντων σε καὶ παροξυνάντων σε καὶ κληθήσῃ πόλις κυρίου Σιων ἁγίου Ισραηλ (Isaías 60, 14)
καὶ θηλάσεις γάλα ἐθνῶν καὶ πλοῦτον βασιλέων φάγεσαι καὶ γνώσῃ ὅτι ἐγὼ κύριος ὁ σῴζων σε καὶ ἐξαιρούμενός σε θεὸς Ισραηλ (Isaías 60, 16)
ὑμεῖς δὲ ἱερεῖς κυρίου κληθήσεσθε λειτουργοὶ θεοῦ ἰσχὺν ἐθνῶν κατέδεσθε καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε (Isaías 61, 6)
καὶ γνωσθήσεται ἐν τοῖς ἔθνεσιν τὸ σπέρμα αὐτῶν καὶ τὰ ἔκγονα αὐτῶν πᾶς ὁ ὁρῶν αὐτοὺς ἐπιγνώσεται αὐτούς ὅτι οὗτοί εἰσιν σπέρμα ηὐλογημένον ὑπὸ θεοῦ (Isaías 61, 9)