1. ὑπολαβὼν δὲ Ιωβ λέγει τῷ κυρίῳ

2. οἶδα ὅτι πάντα δύνασαι ἀδυνατεῖ δέ σοι οὐθέν

3. τίς γάρ ἐστιν ὁ κρύπτων σε βουλήν φειδόμενος δὲ ῥημάτων καὶ σὲ οἴεται κρύπτειν τίς δὲ ἀναγγελεῖ μοι ἃ οὐκ ᾔδειν μεγάλα καὶ θαυμαστὰ ἃ οὐκ ἠπιστάμην

4. ἄκουσον δέ μου κύριε ἵνα κἀγὼ λαλήσω ἐρωτήσω δέ σε σὺ δέ με δίδαξον

5. ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον νυνὶ δὲ ὁ ὀφθαλμός μου ἑόρακέν σε

6. διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν

7. ἐγένετο δὲ μετὰ τὸ λαλῆσαι τὸν κύριον πάντα τὰ ῥήματα ταῦτα τῷ Ιωβ εἶπεν ὁ κύριος Ελιφας τῷ Θαιμανίτῃ ἥμαρτες σὺ καὶ οἱ δύο φίλοι σου οὐ γὰρ ἐλαλήσατε ἐνώπιόν μου ἀληθὲς οὐδὲν ὥσπερ ὁ θεράπων μου Ιωβ

8. νῦν δὲ λάβετε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς καὶ πορεύθητε πρὸς τὸν θεράποντά μου Ιωβ καὶ ποιήσει κάρπωσιν περὶ ὑμῶν Ιωβ δὲ ὁ θεράπων μου εὔξεται περὶ ὑμῶν ὅτι εἰ μὴ πρόσωπον αὐτοῦ λήμψομαι εἰ μὴ γὰρ δι’ αὐτόν ἀπώλεσα ἂν ὑμᾶς οὐ γὰρ ἐλαλήσατε ἀληθὲς κατὰ τοῦ θεράποντός μου Ιωβ

9. ἐπορεύθη δὲ Ελιφας ὁ Θαιμανίτης καὶ Βαλδαδ ὁ Σαυχίτης καὶ Σωφαρ ὁ Μιναῖος καὶ ἐποίησαν καθὼς συνέταξεν αὐτοῖς ὁ κύριος καὶ ἔλυσεν τὴν ἁμαρτίαν αὐτοῖς διὰ Ιωβ

10. ὁ δὲ κύριος ηὔξησεν τὸν Ιωβ εὐξαμένου δὲ αὐτοῦ καὶ περὶ τῶν φίλων αὐτοῦ ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν ἔδωκεν δὲ ὁ κύριος διπλᾶ ὅσα ἦν ἔμπροσθεν Ιωβ εἰς διπλασιασμόν

11. ἤκουσαν δὲ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ πάντα τὰ συμβεβηκότα αὐτῷ καὶ ἦλθον πρὸς αὐτὸν καὶ πάντες ὅσοι ᾔδεισαν αὐτὸν ἐκ πρώτου φαγόντες δὲ καὶ πιόντες παρ’ αὐτῷ παρεκάλεσαν αὐτόν καὶ ἐθαύμασαν ἐπὶ πᾶσιν οἷς ἐπήγαγεν αὐτῷ ὁ κύριος ἔδωκεν δὲ αὐτῷ ἕκαστος ἀμνάδα μίαν καὶ τετράδραχμον χρυσοῦν ἄσημον

12. ὁ δὲ κύριος εὐλόγησεν τὰ ἔσχατα Ιωβ ἢ τὰ ἔμπροσθεν ἦν δὲ τὰ κτήνη αὐτοῦ πρόβατα μύρια τετρακισχίλια κάμηλοι ἑξακισχίλιαι ζεύγη βοῶν χίλια ὄνοι θήλειαι νομάδες χίλιαι

13. γεννῶνται δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς

14. καὶ ἐκάλεσεν τὴν μὲν πρώτην Ἡμέραν τὴν δὲ δευτέραν Κασίαν τὴν δὲ τρίτην Ἀμαλθείας κέρας

15. καὶ οὐχ εὑρέθησαν κατὰ τὰς θυγατέρας Ιωβ βελτίους αὐτῶν ἐν τῇ ὑπ’ οὐρανόν ἔδωκεν δὲ αὐταῖς ὁ πατὴρ κληρονομίαν ἐν τοῖς ἀδελφοῖς

16. ἔζησεν δὲ Ιωβ μετὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα τὰ δὲ πάντα ἔζησεν ἔτη διακόσια τεσσαράκοντα ὀκτώ καὶ εἶδεν Ιωβ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν υἱῶν αὐτοῦ τετάρτην γενεάν

17. καὶ ἐτελεύτησεν Ιωβ πρεσβύτερος καὶ πλήρης ἡμερῶν (17a) γέγραπται δὲ αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ’ ὧν ὁ κύριος ἀνίστησιν (17b) οὗτος ἑρμηνεύεται ἐκ τῆς Συριακῆς βίβλου ἐν μὲν γῇ κατοικῶν τῇ Αυσίτιδι ἐπὶ τοῖς ὁρίοις τῆς Ιδουμαίας καὶ Ἀραβίας προϋπῆρχεν δὲ αὐτῷ ὄνομα Ιωβαβ (17c) λαβὼν δὲ γυναῖκα Ἀράβισσαν γεννᾷ υἱόν ᾧ ὄνομα Εννων ἦν δὲ αὐτὸς πατρὸς μὲν Ζαρε τῶν Ησαυ υἱῶν υἱός μητρὸς δὲ Βοσορρας ὥστε εἶναι αὐτὸν πέμπτον ἀπὸ Αβρααμ (17d) καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Εδωμ ἧς καὶ αὐτὸς ἦρξεν χώρας πρῶτος Βαλακ ὁ τοῦ Βεωρ καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβα μετὰ δὲ Βαλακ Ιωβαβ ὁ καλούμενος Ιωβ μετὰ δὲ τοῦτον Ασομ ὁ ὑπάρχων ἡγεμὼν ἐκ τῆς Θαιμανίτιδος χώρας μετὰ δὲ τοῦτον Αδαδ υἱὸς Βαραδ ὁ ἐκκόψας Μαδιαμ ἐν τῷ πεδίῳ Μωαβ καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαιμ (17e) οἱ δὲ ἐλθόντες πρὸς αὐτὸν φίλοι Ελιφας τῶν Ησαυ υἱῶν Θαιμανων βασιλεύς Βαλδαδ ὁ Σαυχαίων τύραννος Σωφαρ ὁ Μιναίων βασιλεύς



Livros sugeridos


“O Senhor sempre orienta e chama; mas não se quer segui-lo e responder-lhe, pois só se vê os próprios interesses. Às vezes, pelo fato de se ouvir sempre a Sua voz, ninguém mais se apercebe dela; mas o Senhor ilumina e chama. São os homens que se colocam na posição de não conseguir mais escutar.” São Padre Pio de Pietrelcina

Newsletter

Receba as novidades, artigos e noticias deste portal.