Salmos, 19

Septuaginta + NT

1 Gr. Psalm 19 (Heb. 20) εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυιδ

2 ἐπακούσαι σου κύριος ἐν ἡμέρᾳ θλίψεως ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ θεοῦ Ιακωβ

3 ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου καὶ ἐκ Σιων ἀντιλάβοιτό σου

4 μνησθείη πάσης θυσίας σου καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω διάψαλμα

5 δῴη σοι κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι

6 ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου καὶ ἐν ὀνόματι θεοῦ ἡμῶν μεγαλυνθησόμεθα πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου

7 νῦν ἔγνων ὅτι ἔσωσεν κύριος τὸν χριστὸν αὐτοῦ ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ

8 οὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα

9 αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν

10 κύριε σῶσον τὸν βασιλέα σου καὶ ἐπάκουσον ἡμῶν ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε




Capítulos: