Mosaico decorativo

1. Hubo un hombre de Ramatáyim, sufita de la montaña de Efraím, que se llamaba Elcaná, hijo de Yeroján, hijo de Elihú, hijo de Toju, hijo de Suf, efraimita.

1. ἄνθρωπος ἦν ἐξ Αρμαθαιμ Σιφα ἐξ ὄρους Εφραιμ καὶ ὄνομα αὐτῷ Ελκανα υἱὸς Ιερεμεηλ υἱοῦ Ηλιου υἱοῦ Θοκε ἐν Νασιβ Εφραιμ

2. Tenía dos mujeres: una se llamaba Ana y la otra Peninná; Peninná tenía hijos, pero Ana no los tenía.

2. καὶ τούτῳ δύο γυναῖκες ὄνομα τῇ μιᾷ Αννα καὶ ὄνομα τῇ δευτέρᾳ Φεννανα καὶ ἦν τῇ Φεννανα παιδία καὶ τῇ Αννα οὐκ ἦν παιδίον

3. Este hombre subía de año en año desde su ciudad para adorar y ofrecer sacrificios a Yahveh Sebaot en Silo, donde estaban Jofní y Pinjás, los dos hijos de Elí, sacerdotes de Yahveh.

3. καὶ ἀνέβαινεν ὁ ἄνθρωπος ἐξ ἡμερῶν εἰς ἡμέρας ἐκ πόλεως αὐτοῦ ἐξ Αρμαθαιμ προσκυνεῖν καὶ θύειν τῷ κυρίῳ θεῷ σαβαωθ εἰς Σηλω καὶ ἐκεῖ Ηλι καὶ οἱ δύο υἱοὶ αὐτοῦ Οφνι καὶ Φινεες ἱερεῖς τοῦ κυρίου

4. El día en que Elcaná sacrificaba, daba sendas porciones a su mujer Peninná y a cada uno de sus hijos e hijas,

4. καὶ ἐγενήθη ἡμέρᾳ καὶ ἔθυσεν Ελκανα καὶ ἔδωκεν τῇ Φεννανα γυναικὶ αὐτοῦ καὶ τοῖς υἱοῖς αὐτῆς καὶ ταῖς θυγατράσιν αὐτῆς μερίδας

5. pero a Ana le daba solamente una porción, pues aunque era su preferida, Yahveh había cerrado su seno.

5. καὶ τῇ Αννα ἔδωκεν μερίδα μίαν ὅτι οὐκ ἦν αὐτῇ παιδίον πλὴν ὅτι τὴν Ανναν ἠγάπα Ελκανα ὑπὲρ ταύτην καὶ κύριος ἀπέκλεισεν τὰ περὶ τὴν μήτραν αὐτῆς

6. Su rival la zahería y vejaba de continuo, porque Yahveh la había hecho estéril.

6. ὅτι οὐκ ἔδωκεν αὐτῇ κύριος παιδίον κατὰ τὴν θλῖψιν αὐτῆς καὶ κατὰ τὴν ἀθυμίαν τῆς θλίψεως αὐτῆς καὶ ἠθύμει διὰ τοῦτο ὅτι συνέκλεισεν κύριος τὰ περὶ τὴν μήτραν αὐτῆς τοῦ μὴ δοῦναι αὐτῇ παιδίον

7. Así sucedía año tras año; cuando subían al templo de Yahveh la mortificaba. Ana lloraba de continuo y no quería comer.

7. οὕτως ἐποίει ἐνιαυτὸν κατ’ ἐνιαυτὸν ἐν τῷ ἀναβαίνειν αὐτὴν εἰς οἶκον κυρίου καὶ ἠθύμει καὶ ἔκλαιεν καὶ οὐκ ἤσθιεν

8. Elcaná su marido le decía: «Ana, ¿por qué lloras y no comes? ¿Por qué estás triste? ¿Es que no soy para ti mejor que diez hijos?»

8. καὶ εἶπεν αὐτῇ Ελκανα ὁ ἀνὴρ αὐτῆς Αννα καὶ εἶπεν αὐτῷ ἰδοὺ ἐγώ κύριε καὶ εἶπεν αὐτῇ τί ἐστίν σοι ὅτι κλαίεις καὶ ἵνα τί οὐκ ἐσθίεις καὶ ἵνα τί τύπτει σε ἡ καρδία σου οὐκ ἀγαθὸς ἐγώ σοι ὑπὲρ δέκα τέκνα

9. Pero después que hubieron comido en la habitación, se levantó Ana y se puso ante Yahveh. - El sacerdote Elí estaba sentado en su silla, contra la jamba de la puerta del santuario de Yahveh.

9. καὶ ἀνέστη Αννα μετὰ τὸ φαγεῖν αὐτοὺς ἐν Σηλω καὶ κατέστη ἐνώπιον κυρίου καὶ Ηλι ὁ ἱερεὺς ἐκάθητο ἐπὶ τοῦ δίφρου ἐπὶ τῶν φλιῶν ναοῦ κυρίου

10. Estaba ella llena de amargura y oró a Yahveh llorando sin consuelo,

10. καὶ αὐτὴ κατώδυνος ψυχῇ καὶ προσηύξατο πρὸς κύριον καὶ κλαίουσα ἔκλαυσεν

11. e hizo este voto: «¡Oh Yahveh Sebaot! Si te dignas mirar la aflicción de tu sierva y acordarte de mí, no olvidarte de tu sierva y darle un hijo varón, yo lo entregaré a Yahveh por todos los días de su vida y la navaja no tocará su cabeza.»

11. καὶ ηὔξατο εὐχὴν κυρίῳ λέγουσα Αδωναι κύριε ελωαι σαβαωθ ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου καὶ μνησθῇς μου καὶ δῷς τῇ δούλῃ σου σπέρμα ἀνδρῶν καὶ δώσω αὐτὸν ἐνώπιόν σου δοτὸν ἕως ἡμέρας θανάτου αὐτοῦ καὶ οἶνον καὶ μέθυσμα οὐ πίεται καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ

12. Como ella prolongase su oración ante Yahveh, Elí observaba sus labios.

12. καὶ ἐγενήθη ὅτε ἐπλήθυνεν προσευχομένη ἐνώπιον κυρίου καὶ Ηλι ὁ ἱερεὺς ἐφύλαξεν τὸ στόμα αὐτῆς

13. Ana oraba para sí; se movían sus labios, pero no se oía su voz, y Elí creyó que estaba ebria,

13. καὶ αὐτὴ ἐλάλει ἐν τῇ καρδίᾳ αὐτῆς καὶ τὰ χείλη αὐτῆς ἐκινεῖτο καὶ φωνὴ αὐτῆς οὐκ ἠκούετο καὶ ἐλογίσατο αὐτὴν Ηλι εἰς μεθύουσαν

14. y le dijo: «¿Hasta cuándo va a durar tu embriaguez? ¡Echa el vino que llevas!»

14. καὶ εἶπεν αὐτῇ τὸ παιδάριον Ηλι ἕως πότε μεθυσθήσῃ περιελοῦ τὸν οἶνόν σου καὶ πορεύου ἐκ προσώπου κυρίου

15. Pero Ana le respondió: «No, señor; soy una mujer acongojada; no he bebido vino ni cosa embriagante, sino que desahogo mi alma ante Yahveh.

15. καὶ ἀπεκρίθη Αννα καὶ εἶπεν οὐχί κύριε γυνή ᾗ σκληρὰ ἡμέρα ἐγώ εἰμι καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα καὶ ἐκχέω τὴν ψυχήν μου ἐνώπιον κυρίου

16. No juzgues a tu sierva como una mala mujer; hasta ahora sólo por pena y pesadumbre he hablado.»

16. μὴ δῷς τὴν δούλην σου εἰς θυγατέρα λοιμήν ὅτι ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα ἕως νῦν

17. Elí le respondió: «Vete en paz y que el Dios de Israel te conceda lo que le has pedido.»

17. καὶ ἀπεκρίθη Ηλι καὶ εἶπεν αὐτῇ πορεύου εἰς εἰρήνην ὁ θεὸς Ισραηλ δῴη σοι πᾶν αἴτημά σου ὃ ᾐτήσω παρ’ αὐτοῦ

18. Ella dijo: «Que tu sierva halle gracia a tus ojos.» Se fue la mujer por su camino, comió y no pareció ya la misma.

18. καὶ εἶπεν εὗρεν ἡ δούλη σου χάριν ἐν ὀφθαλμοῖς σου καὶ ἐπορεύθη ἡ γυνὴ εἰς τὴν ὁδὸν αὐτῆς καὶ εἰσῆλθεν εἰς τὸ κατάλυμα αὐτῆς καὶ ἔφαγεν μετὰ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἔπιεν καὶ τὸ πρόσωπον αὐτῆς οὐ συνέπεσεν ἔτι

19. Se levantaron de mañana y, después de haberse postrado ante Yahveh, regresaron, volviendo a su casa, en Ramá. Elcaná se unió a su mujer Ana y Yahveh se acordó de ella.

19. καὶ ὀρθρίζουσιν τὸ πρωὶ καὶ προσκυνοῦσιν τῷ κυρίῳ καὶ πορεύονται τὴν ὁδὸν αὐτῶν καὶ εἰσῆλθεν Ελκανα εἰς τὸν οἶκον αὐτοῦ Αρμαθαιμ καὶ ἔγνω τὴν Ανναν γυναῖκα αὐτοῦ καὶ ἐμνήσθη αὐτῆς κύριος

20. Concibió Ana y llegado el tiempo dio a luz un niño a quien llamó Samuel, «porque, dijo, se lo he pedido a Yahveh».

20. καὶ συνέλαβεν καὶ ἐγενήθη τῷ καιρῷ τῶν ἡμερῶν καὶ ἔτεκεν υἱόν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σαμουηλ καὶ εἶπεν ὅτι παρὰ κυρίου θεοῦ σαβαωθ ᾐτησάμην αὐτόν

21. Subió el marido Elcaná con toda su familia, para ofrecer a Yahveh el sacrificio anual y cumplir su voto,

21. καὶ ἀνέβη ὁ ἄνθρωπος Ελκανα καὶ πᾶς ὁ οἶκος αὐτοῦ θῦσαι ἐν Σηλωμ τὴν θυσίαν τῶν ἡμερῶν καὶ τὰς εὐχὰς αὐτοῦ καὶ πάσας τὰς δεκάτας τῆς γῆς αὐτοῦ

22. pero Ana no subió, porque dijo a su marido: «Cuando el niño haya sido destetado, entonces le llevaré, será presentado a Yahveh y se quedará allí para siempre.»

22. καὶ Αννα οὐκ ἀνέβη μετ’ αὐτοῦ ὅτι εἶπεν τῷ ἀνδρὶ αὐτῆς ἕως τοῦ ἀναβῆναι τὸ παιδάριον ἐὰν ἀπογαλακτίσω αὐτό καὶ ὀφθήσεται τῷ προσώπῳ κυρίου καὶ καθήσεται ἐκεῖ ἕως αἰῶνος

23. Elcaná, su marido, le respondió: «Haz lo que mejor te parezca, y quédate hasta que lo destetes; así Yahveh cumpla su palabra.» Se quedó, pues, la mujer y amamantó a su hijo hasta su destete.

23. καὶ εἶπεν αὐτῇ Ελκανα ὁ ἀνὴρ αὐτῆς ποίει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου κάθου ἕως ἂν ἀπογαλακτίσῃς αὐτό ἀλλὰ στήσαι κύριος τὸ ἐξελθὸν ἐκ τοῦ στόματός σου καὶ ἐκάθισεν ἡ γυνὴ καὶ ἐθήλασεν τὸν υἱὸν αὐτῆς ἕως ἂν ἀπογαλακτίσῃ αὐτόν

24. Cuando lo hubo destetado, lo subió consigo, llevando además un novillo de tres años, una medida de harina y un odre de vino, e hizo entrar en la casa de Yahveh, en Silo, al niño todavía muy pequeño.

24. καὶ ἀνέβη μετ’ αὐτοῦ εἰς Σηλωμ ἐν μόσχῳ τριετίζοντι καὶ ἄρτοις καὶ οιφι σεμιδάλεως καὶ νεβελ οἴνου καὶ εἰσῆλθεν εἰς οἶκον κυρίου ἐν Σηλωμ καὶ τὸ παιδάριον μετ’ αὐτῶν

25. Inmolaron el novillo y llevaron el niño a Elí

25. καὶ προσήγαγον ἐνώπιον κυρίου καὶ ἔσφαξεν ὁ πατὴρ αὐτοῦ τὴν θυσίαν ἣν ἐποίει ἐξ ἡμερῶν εἰς ἡμέρας τῷ κυρίῳ καὶ προσήγαγεν τὸ παιδάριον καὶ ἔσφαξεν τὸν μόσχον καὶ προσήγαγεν Αννα ἡ μήτηρ τοῦ παιδαρίου πρὸς Ηλι

26. y ella dijo: «Oyeme, señor. Por tu vida, señor, yo soy la mujer que estuvo aquí junto a ti, orando a Yahveh.

26. καὶ εἶπεν ἐν ἐμοί κύριε ζῇ ἡ ψυχή σου ἐγὼ ἡ γυνὴ ἡ καταστᾶσα ἐνώπιόν σου ἐν τῷ προσεύξασθαι πρὸς κύριον

27. Este niño pedía yo y Yahveh me ha concedido la petición que le hice.

27. ὑπὲρ τοῦ παιδαρίου τούτου προσηυξάμην καὶ ἔδωκέν μοι κύριος τὸ αἴτημά μου ὃ ᾐτησάμην παρ’ αὐτοῦ

28. Ahora yo se lo cedo a Yahveh por todos los días de su vida; está cedido a Yahveh.» Y le dejó allí, a Yahveh.

28. κἀγὼ κιχρῶ αὐτὸν τῷ κυρίῳ πάσας τὰς ἡμέρας ἃς ζῇ αὐτός χρῆσιν τῷ κυρίῳ



Przeczytaj Biblię w rok

Dołącz do naszej społeczności i przeczytaj całą Biblię w 365 dni. Ustrukturyzowana i inspirująca ścieżka pogłębiająca Twoją wiarę i wiedzę o Piśmie Świętym.