Mosaico decorativo

1. And the king of Egypt gathered together an army, like the sand that lieth upon the sea shore, and many ships: and he sought to get the kingdom of Alexander by deceit, and join it to his own kingdom.

1. καὶ βασιλεὺς Αἰγύπτου ἤθροισεν δυνάμεις πολλὰς ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης καὶ πλοῖα πολλὰ καὶ ἐζήτησε κατακρατῆσαι τῆς βασιλείας Ἀλεξάνδρου δόλῳ καὶ προσθεῖναι αὐτὴν τῇ βασιλείᾳ αὐτοῦ

2. And he went out into Syria with peaceable words, and they opened to him the cities, and met him: for king Alexander had ordered them to go forth to meet him, because he was his father in law.

2. καὶ ἐξῆλθεν εἰς Συρίαν λόγοις εἰρηνικοῖς καὶ ἤνοιγον αὐτῷ οἱ ἀπὸ τῶν πόλεων καὶ συνήντων αὐτῷ ὅτι ἐντολὴ ἦν Ἀλεξάνδρου τοῦ βασιλέως συναντᾶν αὐτῷ διὰ τὸ πενθερὸν αὐτοῦ εἶναι

3. Now when Ptolemee entered into the cities, he put garrisons of soldiers in every city.

3. ὡς δὲ εἰσεπορεύετο εἰς τὰς πόλεις Πτολεμαῖος ἀπέτασσε τὰς δυνάμεις φρουρὰν ἐν ἑκάστῃ πόλει

4. And when he came near to Azotus, they shewed him the temple of Dagon that was burnt with fire, and Azotus, and the suburbs thereof that were destroyed, and the bodies that were cast abroad, and the graves of them that were slain in the battle, which they had made near the way.

4. ὡς δὲ ἤγγισαν Αζώτου ἔδειξαν αὐτῷ τὸ ἱερὸν Δαγων ἐμπεπυρισμένον καὶ Ἄζωτον καὶ τὰ περιπόλια αὐτῆς καθῃρημένα καὶ τὰ σώματα ἐρριμμένα καὶ τοὺς ἐμπεπυρισμένους οὓς ἐνεπύρισεν ἐν τῷ πολέμῳ ἐποίησαν γὰρ θιμωνιὰς αὐτῶν ἐν τῇ ὁδῷ αὐτοῦ

5. And they told the king that Jonathan had done these things, to make him odious: but the king held his peace.

5. καὶ διηγήσαντο τῷ βασιλεῖ ἃ ἐποίησεν Ιωναθαν εἰς τὸ ψογίσαι αὐτόν καὶ ἐσίγησεν ὁ βασιλεύς

6. And Jonathan came to meet the king at Joppe with glory, and they saluted one another, and they lodged there.

6. καὶ συνήντησεν Ιωναθαν τῷ βασιλεῖ εἰς Ιοππην μετὰ δόξης καὶ ἠσπάσαντο ἀλλήλους καὶ ἐκοιμήθησαν ἐκεῖ

7. And Jonathan went with the king as far as the river, called Eleutherus: and he returned into Jerusalem.

7. καὶ ἐπορεύθη Ιωναθαν μετὰ τοῦ βασιλέως ἕως τοῦ ποταμοῦ τοῦ καλουμένου Ἐλευθέρου καὶ ἐπέστρεψεν εἰς Ιερουσαλημ

8. And king Ptolemee got the dominion of the cities by the sea side, even to Seleucia, and he devised evil designs against Alexander.

8. ὁ δὲ βασιλεὺς Πτολεμαῖος ἐκυρίευσεν τῶν πόλεων τῆς παραλίας ἕως Σελευκείας τῆς παραθαλασσίας καὶ διελογίζετο περὶ Ἀλεξάνδρου λογισμοὺς πονηρούς

9. And he sent ambassadors to Demetrius, saying: Come, let us make a league between us, and I will give thee my daughter whom Alexander hath, and thou shalt reign in the kingdom of thy father.

9. καὶ ἀπέστειλεν πρέσβεις πρὸς Δημήτριον τὸν βασιλέα λέγων δεῦρο συνθώμεθα πρὸς ἑαυτοὺς διαθήκην καὶ δώσω σοι τὴν θυγατέρα μου ἣν εἶχεν Ἀλέξανδρος καὶ βασιλεύσεις τῆς βασιλείας τοῦ πατρός σου

10. For I repent that I have given him my daughter: for he hath sought to kill me.

10. μεταμεμέλημαι γὰρ δοὺς αὐτῷ τὴν θυγατέρα μου ἐζήτησεν γὰρ ἀποκτεῖναί με

11. And he slandered him, because he coveted his kingdom.

11. καὶ ἐψόγισεν αὐτὸν χάριν τοῦ ἐπιθυμῆσαι αὐτὸν τῆς βασιλείας αὐτοῦ

12. And he took away his daughter, and gave her to Demetrius, and alienated himself from Alexander, and his enmities were made manifest.

12. καὶ ἀφελόμενος αὐτοῦ τὴν θυγατέρα ἔδωκεν αὐτὴν τῷ Δημητρίῳ καὶ ἠλλοιώθη τῷ Ἀλεξάνδρῳ καὶ ἐφάνη ἡ ἔχθρα αὐτῶν

13. And Ptolemee entered into Antioch, and set two crowns upon his head, that of Egypt, and that of Asia.

13. καὶ εἰσῆλθεν Πτολεμαῖος εἰς Ἀντιόχειαν καὶ περιέθετο τὸ διάδημα τῆς Ἀσίας καὶ περιέθετο δύο διαδήματα περὶ τὴν κεφαλὴν αὐτοῦ τὸ τῆς Αἰγύπτου καὶ Ἀσίας

14. Now king Alexander was in Cilicia at that time: because they that were in those places had rebelled.

14. Ἀλέξανδρος δὲ ὁ βασιλεὺς ἦν ἐν Κιλικίᾳ κατὰ τοὺς καιροὺς ἐκείνους ὅτι ἀπεστάτουν οἱ ἀπὸ τῶν τόπων ἐκείνων

15. And when Alexander heard of it, he came to give him battle, and king Ptolemee brought forth his army, and met him with a strong power, and put him to flight.

15. καὶ ἤκουσεν Ἀλέξανδρος καὶ ἦλθεν ἐπ’ αὐτὸν ἐν πολέμῳ καὶ ἐξήγαγεν Πτολεμαῖος καὶ ἀπήντησεν αὐτῷ ἐν χειρὶ ἰσχυρᾷ καὶ ἐτροπώσατο αὐτόν

16. And Alexander fled into Arabia, there to be protected: and king Ptolemee was exalted.

16. καὶ ἔφυγεν Ἀλέξανδρος εἰς τὴν Ἀραβίαν τοῦ σκεπασθῆναι αὐτὸν ἐκεῖ ὁ δὲ βασιλεὺς Πτολεμαῖος ὑψώθη

17. And Zabdiel the Arabian took off Alexander's head, and sent it to Ptolemee.

17. καὶ ἀφεῖλεν Ζαβδιηλ ὁ Ἄραψ τὴν κεφαλὴν Ἀλεξάνδρου καὶ ἀπέστειλεν τῷ Πτολεμαίῳ

18. And king Ptolemee died the third day after: and they that were in the strong holds were destroyed by them that were within the camp.

18. καὶ ὁ βασιλεὺς Πτολεμαῖος ἀπέθανεν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν αὐτοῦ ἀπώλοντο ὑπὸ τῶν ἐν τοῖς ὀχυρώμασιν

19. And Demetrius reigned in the hundred and sixty-seventh year.

19. καὶ ἐβασίλευσεν Δημήτριος ἔτους ἑβδόμου καὶ ἑξηκοστοῦ καὶ ἑκατοστοῦ

20. In those days Jonathan gathered together them that were in Judea, to take the castle that was in Jerusalem: and they made many engines of war against it.

20. ἐν ταῖς ἡμέραις ἐκείναις συνήγαγεν Ιωναθαν τοὺς ἐκ τῆς Ιουδαίας τοῦ ἐκπολεμῆσαι τὴν ἄκραν τὴν ἐν Ιερουσαλημ καὶ ἐποίησεν ἐπ’ αὐτὴν μηχανὰς πολλάς

21. Then some wicked men that hated their own nation, went away to king Demetrius, and told him that Jonathan was besieging the castle.

21. καὶ ἐπορεύθησάν τινες μισοῦντες τὸ ἔθνος αὐτῶν ἄνδρες παράνομοι πρὸς τὸν βασιλέα καὶ ἀπήγγειλαν αὐτῷ ὅτι Ιωναθαν περικάθηται τὴν ἄκραν

22. And when he heard it, he was angry: and forthwith he came to Ptolemais, and wrote to Jonathan, that he should not besiege the castle, but should come to him in haste, and speak to him.

22. καὶ ἀκούσας ὠργίσθη ὡς δὲ ἤκουσεν εὐθέως ἀναζεύξας ἦλθεν εἰς Πτολεμαίδα καὶ ἔγραψεν Ιωναθαν τοῦ μὴ περικαθῆσθαι καὶ τοῦ ἀπαντῆσαι αὐτὸν αὐτῷ συμμίσγειν εἰς Πτολεμαίδα τὴν ταχίστην

23. But when Jonathan heard this, he bade them besiege it still: and he chose some of the ancients of Israel, and of the priests, and put himself in danger.

23. ὡς δὲ ἤκουσεν Ιωναθαν ἐκέλευσεν περικαθῆσθαι καὶ ἐπέλεξεν τῶν πρεσβυτέρων Ισραηλ καὶ τῶν ἱερέων καὶ ἔδωκεν ἑαυτὸν τῷ κινδύνῳ

24. And he took gold, and silver, and raiment, and many other presents, and went to the king to Ptolemais, and he found favour in his sight.

24. καὶ λαβὼν ἀργύριον καὶ χρυσίον καὶ ἱματισμὸν καὶ ἕτερα ξένια πλείονα καὶ ἐπορεύθη πρὸς τὸν βασιλέα εἰς Πτολεμαίδα καὶ εὗρεν χάριν ἐναντίον αὐτοῦ

25. And certain wicked men of his nation made complaints against him.

25. καὶ ἐνετύγχανον κατ’ αὐτοῦ τινες ἄνομοι τῶν ἐκ τοῦ ἔθνους

26. And the king treated him as his predecessor had done before: and he exalted him in the sight of all his friends.

26. καὶ ἐποίησεν αὐτῷ ὁ βασιλεὺς καθὼς ἐποίησαν αὐτῷ οἱ πρὸ αὐτοῦ καὶ ὕψωσεν αὐτὸν ἐναντίον τῶν φίλων αὐτοῦ πάντων

27. And he confirmed him in the high priesthood, and all the honours he had before, and he made him the chief of his friends.

27. καὶ ἔστησεν αὐτῷ τὴν ἀρχιερωσύνην καὶ ὅσα ἄλλα εἶχεν τίμια τὸ πρότερον καὶ ἐποίησεν αὐτὸν τῶν πρώτων φίλων ἡγεῖσθαι

28. And Jonathan requested of the king that he would make Judea free from tribute, and the three governments, and Samaria, and the confines thereof: and he promised him three hundred talents.

28. καὶ ἠξίωσεν Ιωναθαν τὸν βασιλέα ποιῆσαι τὴν Ιουδαίαν ἀφορολόγητον καὶ τὰς τρεῖς τοπαρχίας καὶ τὴν Σαμαρῖτιν καὶ ἐπηγγείλατο αὐτῷ τάλαντα τριακόσια

29. And the king consented: and he wrote letters to Jonathan of all these things to this effect.

29. καὶ εὐδόκησεν ὁ βασιλεὺς καὶ ἔγραψεν τῷ Ιωναθαν ἐπιστολὰς περὶ πάντων τούτων ἐχούσας τὸν τρόπον τοῦτον

30. King Demetrius to his brother Jonathan, and to the nation of the Jews, greeting.

30. βασιλεὺς Δημήτριος Ιωναθαν τῷ ἀδελφῷ χαίρειν καὶ ἔθνει Ιουδαίων

31. We send you here a copy of the letter, which we have written to Lasthenes our parent concerning you, that you might know it.

31. τὸ ἀντίγραφον τῆς ἐπιστολῆς ἧς ἐγράψαμεν Λασθένει τῷ συγγενεῖ ἡμῶν περὶ ὑμῶν γεγράφαμεν καὶ πρὸς ὑμᾶς ὅπως εἰδῆτε

32. King Demetrius to Lasthenes his parent, greeting.

32. βασιλεὺς Δημήτριος Λασθένει τῷ πατρὶ χαίρειν

33. We have determined to do good to the nation of the Jews who are our friends, and keep the things that are just with us, for their good will which they bear towards us.

33. τῷ ἔθνει τῶν Ιουδαίων φίλοις ἡμῶν καὶ συντηροῦσιν τὰ πρὸς ἡμᾶς δίκαια ἐκρίναμεν ἀγαθὸν ποιῆσαι χάριν τῆς ἐξ αὐτῶν εὐνοίας πρὸς ἡμᾶς

34. We have ratified therefore unto them all the borders of Judea, and the three cities, Apherema, Lydda, and Ramatha, which are added to Judea, out of Samaria, and all their confines, to be set apart to all them that sacrifice in Jerusalem, instead of the payments which the king received of them every year, and for the fruits of the land, and of the trees.

34. ἑστάκαμεν αὐτοῖς τά τε ὅρια τῆς Ιουδαίας καὶ τοὺς τρεῖς νομοὺς Αφαιρεμα καὶ Λυδδα καὶ Ραθαμιν προσετέθησαν τῇ Ιουδαίᾳ ἀπὸ τῆς Σαμαρίτιδος καὶ πάντα τὰ συγκυροῦντα αὐτοῖς πᾶσιν τοῖς θυσιάζουσιν εἰς Ιεροσόλυμα ἀντὶ τῶν βασιλικῶν ὧν ἐλάμβανεν ὁ βασιλεὺς παρ’ αὐτῶν τὸ πρότερον κατ’ ἐνιαυτὸν ἀπὸ τῶν γενημάτων τῆς γῆς καὶ τῶν ἀκροδρύων

35. And as for other things that belonged to us of the tithes, and of the tributes, from this time we discharge them of them: the saltpans also, and the crowns that were presented to us.

35. καὶ τὰ ἄλλα τὰ ἀνήκοντα ἡμῖν ἀπὸ τοῦ νῦν τῶν δεκατῶν καὶ τῶν τελῶν τῶν ἀνηκόντων ἡμῖν καὶ τὰς τοῦ ἁλὸς λίμνας καὶ τοὺς ἀνήκοντας ἡμῖν στεφάνους πάντα ἐπαρκέσομεν αὐτοῖς

36. We give all to them, and nothing hereof shall be revoked from this time forth and for ever.

36. καὶ οὐκ ἀθετηθήσεται οὐδὲ ἓν τούτων ἀπὸ τοῦ νῦν εἰς τὸν ἅπαντα χρόνον

37. Now therefore see that thou make a copy of these things, and let it be given to Jonathan, and set upon the holy mountain, in a conspicuous place.

37. νῦν οὖν ἐπιμέλεσθε τοῦ ποιῆσαι τούτων ἀντίγραφον καὶ δοθήτω Ιωναθαν καὶ τεθήτω ἐν τῷ ὄρει τῷ ἁγίῳ ἐν τόπῳ ἐπισήμῳ

38. And king Demetrius seeing that the land was quiet before him, and nothing resisted him, sent away all his forces, every man to his own place, except the foreign army, which he had drawn together from the islands of the nations: so all the troops of his fathers hated him.

38. καὶ εἶδεν Δημήτριος ὁ βασιλεὺς ὅτι ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ καὶ οὐδὲν αὐτῷ ἀνθειστήκει καὶ ἀπέλυσεν πάσας τὰς δυνάμεις αὐτοῦ ἕκαστον εἰς τὸν ἴδιον τόπον πλὴν τῶν ξένων δυνάμεων ὧν ἐξενολόγησεν ἀπὸ τῶν νήσων τῶν ἐθνῶν καὶ ἤχθραναν αὐτῷ πᾶσαι αἱ δυνάμεις αἱ ἀπὸ τῶν πατέρων

39. Now there was one Tryphon who had been of Alexander's party before: who seeing that all the army murmured against Demetrius, went to Emalchuel the Arabian, who brought up Antiochus the son of Alexander.

39. Τρύφων δὲ ἦν τῶν παρὰ Ἀλεξάνδρου τὸ πρότερον καὶ εἶδεν ὅτι πᾶσαι αἱ δυνάμεις καταγογγύζουσιν κατὰ τοῦ Δημητρίου καὶ ἐπορεύθη πρὸς Ιμαλκουε τὸν Ἄραβα ὃς ἔτρεφεν Ἀντίοχον τὸ παιδάριον τὸν τοῦ Ἀλεξάνδρου

40. And he pressed him much to deliver him to him, that he might be king in his father's place: and he told him all that Demetrius had done, and how his soldiers hated him. And he remained there many days.

40. καὶ προσήδρευεν αὐτῷ ὅπως παραδοῖ αὐτὸν αὐτῷ ὅπως βασιλεύσῃ ἀντὶ τοῦ πατρὸς αὐτοῦ καὶ ἀπήγγειλεν αὐτῷ ὅσα συνετέλεσεν ὁ Δημήτριος καὶ τὴν ἔχθραν ἣν ἐχθραίνουσιν αὐτῷ αἱ δυνάμεις αὐτοῦ καὶ ἔμεινεν ἐκεῖ ἡμέρας πολλάς

41. And Jonathan sent to king Demetrius, desiring that he would cast out them that were in the castle in Jerusalem, and those that were in the strong holds: because they fought against Israel.

41. καὶ ἀπέστειλεν Ιωναθαν πρὸς Δημήτριον τὸν βασιλέα ἵνα ἐκβάλῃ τοὺς ἐκ τῆς ἄκρας ἐξ Ιερουσαλημ καὶ τοὺς ἐν τοῖς ὀχυρώμασιν ἦσαν γὰρ πολεμοῦντες τὸν Ισραηλ

42. And Demetrius sent to Jonathan, saying: I will not only do this for thee, and for thy people, but I will greatly honour thee, and thy nation, when opportunity shall serve.

42. καὶ ἀπέστειλεν Δημήτριος πρὸς Ιωναθαν λέγων οὐ ταῦτα μόνον ποιήσω σοι καὶ τῷ ἔθνει σου ἀλλὰ δόξῃ δοξάσω σε καὶ τὸ ἔθνος σου ἐὰν εὐκαιρίας τύχω

43. Now therefore thou shalt do well if thou send me men to help me: for all my army is gone from me.

43. νῦν οὖν ὀρθῶς ποιήσεις ἀποστείλας μοι ἄνδρας οἳ συμμαχήσουσίν μοι ὅτι ἀπέστησαν πᾶσαι αἱ δυνάμεις μου

44. And Jonathan sent him three thousand valiant men to Antioch: and they came to the king, and the king was very glad of their coming.

44. καὶ ἀπέστειλεν Ιωναθαν ἄνδρας τρισχιλίους δυνατοὺς ἰσχύι αὐτῷ εἰς Ἀντιόχειαν καὶ ἦλθον πρὸς τὸν βασιλέα καὶ ηὐφράνθη ὁ βασιλεὺς ἐπὶ τῇ ἐφόδῳ αὐτῶν

45. And they that were of the city assembled themselves together, to the number of a hundred and twenty thousand men, and would have killed the king.

45. καὶ ἐπισυνήχθησαν οἱ ἀπὸ τῆς πόλεως εἰς μέσον τῆς πόλεως εἰς ἀνδρῶν δώδεκα μυριάδας καὶ ἠβούλοντο ἀνελεῖν τὸν βασιλέα

46. And the king fled into the palace, and they of the city kept the passages of the city, and began to fight.

46. καὶ ἔφυγεν ὁ βασιλεὺς εἰς τὴν αὐλήν καὶ κατελάβοντο οἱ ἐκ τῆς πόλεως τὰς διόδους τῆς πόλεως καὶ ἤρξαντο πολεμεῖν

47. And the king called the Jews to his assistance: and they came to him all at once, and they all dispersed themselves through the city.

47. καὶ ἐκάλεσεν ὁ βασιλεὺς τοὺς Ιουδαίους ἐπὶ βοήθειαν καὶ ἐπισυνήχθησαν πρὸς αὐτὸν πάντες ἅμα καὶ διεσπάρησαν ἐν τῇ πόλει καὶ ἀπέκτειναν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς μυριάδας δέκα

48. And they slew in that day a hundred thousand men, and they set fire to the city, and got many spoils that day, and delivered the king.

48. καὶ ἐνεπύρισαν τὴν πόλιν καὶ ἔλαβον σκῦλα πολλὰ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ ἔσωσαν τὸν βασιλέα

49. And they that were of the city saw that the Jews had got the city as they would: and they were discouraged in their minds, and cried to the king, making supplication, and saying:

49. καὶ εἶδον οἱ ἀπὸ τῆς πόλεως ὅτι κατεκράτησαν οἱ Ιουδαῖοι τῆς πόλεως ὡς ἠβούλοντο καὶ ἠσθένησαν ταῖς διανοίαις αὐτῶν καὶ ἐκέκραξαν πρὸς τὸν βασιλέα μετὰ δεήσεως λέγοντες

50. Grant us peace, and let the Jews cease from assaulting us, and the city.

50. δὸς ἡμῖν δεξιὰς καὶ παυσάσθωσαν οἱ Ιουδαῖοι πολεμοῦντες ἡμᾶς καὶ τὴν πόλιν

51. And they threw down their arms, and made peace, and the Jews were glorified in the sight of the king, and in the sight of all that were in his realm, and were renowned throughout the kingdom, and returned to Jerusalem with many spoils.

51. καὶ ἔρριψαν τὰ ὅπλα καὶ ἐποίησαν εἰρήνην καὶ ἐδοξάσθησαν οἱ Ιουδαῖοι ἐναντίον τοῦ βασιλέως καὶ ἐνώπιον πάντων τῶν ἐν τῇ βασιλείᾳ αὐτοῦ καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ ἔχοντες σκῦλα πολλά

52. So king Demetrius sat in the throne of his kingdom: and the land was quiet before him.

52. καὶ ἐκάθισεν Δημήτριος ὁ βασιλεὺς ἐπὶ θρόνου τῆς βασιλείας αὐτοῦ καὶ ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ

53. And he falsified all whatsoever he had said, and alienated himself from Jonathan, and did not reward him according to the benefits he had received from him, but gave him great trouble.

53. καὶ ἐψεύσατο πάντα ὅσα εἶπεν καὶ ἠλλοτριώθη τῷ Ιωναθαν καὶ οὐκ ἀνταπέδωκεν τὰς εὐνοίας ἃς ἀνταπέδωκεν αὐτῷ καὶ ἔθλιβεν αὐτὸν σφόδρα

54. And after this Tryphon returned, and with him Antiochus the young boy, who was made king, and put on the diadem.

54. μετὰ δὲ ταῦτα ἀπέστρεψεν Τρύφων καὶ Ἀντίοχος μετ’ αὐτοῦ παιδάριον νεώτερον καὶ ἐβασίλευσεν καὶ ἐπέθετο διάδημα

55. And there assembled unto him all the hands which Demetrius had sent away, and they fought against Demetrius, who turned his back and fled.

55. καὶ ἐπισυνήχθησαν πρὸς αὐτὸν πᾶσαι αἱ δυνάμεις ἃς ἀπεσκοράκισεν Δημήτριος καὶ ἐπολέμησαν πρὸς αὐτόν καὶ ἔφυγεν καὶ ἐτροπώθη

56. And Tryphon took the elephants, and made himself master of Antioch.

56. καὶ ἔλαβεν Τρύφων τὰ θηρία καὶ κατεκράτησεν τῆς Ἀντιοχείας

57. And young Antiochus wrote to Jonathan, saying: I confirm thee in the high priesthood, and I appoint thee ruler over the four cities, and to be one of the king's friends.

57. καὶ ἔγραψεν Ἀντίοχος ὁ νεώτερος Ιωναθη λέγων ἵστημί σοι τὴν ἀρχιερωσύνην καὶ καθίστημί σε ἐπὶ τῶν τεσσάρων νομῶν καὶ εἶναί σε τῶν φίλων τοῦ βασιλέως

58. And he sent him vessels of gold for his service, and he gave him leave to drink in gold, and to be clothed in purple, and to wear a golden buckle:

58. καὶ ἀπέστειλεν αὐτῷ χρυσώματα καὶ διακονίαν καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν πίνειν ἐν χρυσώμασιν καὶ εἶναι ἐν πορφύρᾳ καὶ ἔχειν πόρπην χρυσῆν

59. And he made his brother Simon governor from the borders of Tyre even to the confines of Egypt.

59. καὶ Σιμωνα τὸν ἀδελφὸν αὐτοῦ κατέστησεν στρατηγὸν ἀπὸ τῆς κλίμακος Τύρου ἕως τῶν ὁρίων Αἰγύπτου

60. Then Jonathan went forth and passed through the cities beyond the river: and all the forces of Syria gathered themselves to him to help him, and he came to Ascalon, and they met him honourably out of the city.

60. καὶ ἐξῆλθεν Ιωναθαν καὶ διεπορεύετο πέραν τοῦ ποταμοῦ καὶ ἐν ταῖς πόλεσιν καὶ ἠθροίσθησαν πρὸς αὐτὸν πᾶσα δύναμις Συρίας εἰς συμμαχίαν καὶ ἦλθεν εἰς Ἀσκαλῶνα καὶ ἀπήντησαν αὐτῷ οἱ ἐκ τῆς πόλεως ἐνδόξως

61. And he went from thence to Gaza: and they that were in Gaza shut him out: and he besieged it, and burnt all the suburbs round about, and took the spoils.

61. καὶ ἀπῆλθεν ἐκεῖθεν εἰς Γάζαν καὶ ἀπέκλεισαν οἱ ἀπὸ Γάζης καὶ περιεκάθισεν περὶ αὐτὴν καὶ ἐνεπύρισεν τὰ περιπόλια αὐτῆς ἐν πυρὶ καὶ ἐσκύλευσεν αὐτά

62. And the men of Gaza made supplication to Jonathan, and he gave them the right hand: and he took their sons for hostages, and sent them to Jerusalem: and he went through the country as far as Damascus.

62. καὶ ἠξίωσαν οἱ ἀπὸ Γάζης Ιωναθαν καὶ ἔδωκεν αὐτοῖς δεξιὰς καὶ ἔλαβεν τοὺς υἱοὺς τῶν ἀρχόντων αὐτῶν εἰς ὅμηρα καὶ ἐξαπέστειλεν αὐτοὺς εἰς Ιερουσαλημ καὶ διῆλθεν τὴν χώραν ἕως Δαμασκοῦ

63. And Jonathan heard that the generals of Demetrius were come treacherously to Cades, which is in Galilee, with a great army, purposing to remove him from the affairs of the kingdom:

63. καὶ ἤκουσεν Ιωναθαν ὅτι παρῆσαν οἱ ἄρχοντες Δημητρίου εἰς Κηδες τὴν ἐν τῇ Γαλιλαίᾳ μετὰ δυνάμεως πολλῆς βουλόμενοι μεταστῆσαι αὐτὸν τῆς χρείας

64. And he went against them: but left his brother Simon in the country.

64. καὶ συνήντησεν αὐτοῖς τὸν δὲ ἀδελφὸν αὐτοῦ Σιμωνα κατέλιπεν ἐν τῇ χώρᾳ

65. And Simon encamped against Bethsura, and assaulted it many days, and shut them up.

65. καὶ παρενέβαλεν Σιμων ἐπὶ Βαιθσουρα καὶ ἐπολέμει αὐτὴν ἡμέρας πολλὰς καὶ συνέκλεισεν αὐτήν

66. And they desired him to make peace, and he granted it them: and he cast them out from thence, and took the city, and placed a garrison in it.

66. καὶ ἠξίωσαν αὐτὸν τοῦ δεξιὰς λαβεῖν καὶ ἔδωκεν αὐτοῖς καὶ ἐξέβαλεν αὐτοὺς ἐκεῖθεν καὶ κατελάβετο τὴν πόλιν καὶ ἔθετο ἐπ’ αὐτὴν φρουράν

67. And Jonathan, and his army encamped by the water of Genesar, and before it was light they were ready in the plain of Asor.

67. καὶ Ιωναθαν καὶ ἡ παρεμβολὴ αὐτοῦ παρενέβαλον ἐπὶ τὸ ὕδωρ τοῦ Γεννησαρ καὶ ὤρθρισαν τὸ πρωὶ εἰς τὸ πεδίον Ασωρ

68. And behold the army of the strangers met him in the plain, and they laid an ambush for him in the mountains: but he went out against them.

68. καὶ ἰδοὺ ἡ παρεμβολὴ ἀλλοφύλων ἀπήντα αὐτῷ ἐν τῷ πεδίῳ καὶ ἐξέβαλον ἔνεδρον ἐπ’ αὐτὸν ἐν τοῖς ὄρεσιν αὐτοὶ δὲ ἀπήντησαν ἐξ ἐναντίας

69. And they that lay in ambush arose out of their places, and joined battle.

69. τὰ δὲ ἔνεδρα ἐξανέστησαν ἐκ τῶν τόπων αὐτῶν καὶ συνῆψαν πόλεμον

70. And all that were on Jonathan's side fled, and none was left of them, but Mathathias the son of Absalom, and Judas the son of Calphi, chief captain of the army.

70. καὶ ἔφυγον οἱ παρὰ Ιωναθου πάντες οὐδὲ εἷς κατελείφθη ἀπ’ αὐτῶν πλὴν Ματταθιας ὁ τοῦ Αψαλωμου καὶ Ιουδας ὁ τοῦ Χαλφι ἄρχοντες τῆς στρατιᾶς τῶν δυνάμεων

71. And Jonathan rent his garments, and cast earth upon his head, and prayed.

71. καὶ διέρρηξεν Ιωναθαν τὰ ἱμάτια αὐτοῦ καὶ ἐπέθετο γῆν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ προσηύξατο

72. And Jonathan turned again to them to battle, and he put them to flight, and they fought.

72. καὶ ὑπέστρεψεν πρὸς αὐτοὺς πολέμῳ καὶ ἐτροπώσατο αὐτούς καὶ ἔφυγον

73. And they of his part that fled saw this, and they turned again to him, and they all with him pursued the enemies even to Cades to their own camp, and they came even thither.

73. καὶ εἶδον οἱ φεύγοντες παρ’ αὐτοῦ καὶ ἐπέστρεψαν ἐπ’ αὐτὸν καὶ ἐδίωκον μετ’ αὐτοῦ ἕως Κεδες ἕως τῆς παρεμβολῆς αὐτῶν καὶ παρενέβαλον ἐκεῖ

74. And there fell of the aliens in that day three thousand men: and Jonathan returned to Jerusalem.

74. καὶ ἔπεσον ἐκ τῶν ἀλλοφύλων ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς ἄνδρας τρισχιλίους καὶ ἐπέστρεψεν Ιωναθαν εἰς Ιερουσαλημ



Leggi la Bibbia in un anno

Unisciti alla nostra comunità e completa l'intera Bibbia in 365 giorni. Un percorso strutturato e stimolante per approfondire la tua fede e la tua conoscenza delle Scritture.