Fondare 35140 Risultati per: Ὁ
διὸ ἀνάγκη ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργὴν ἀλλὰ καὶ διὰ τὴν συνείδησιν. (Romanos 13, 5)
διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε, λειτουργοὶ γὰρ θεοῦ εἰσιν εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες. (Romanos 13, 6)
ἀπόδοτε πᾶσιν τὰς ὀφειλάς, τῶ τὸν φόρον τὸν φόρον, τῶ τὸ τέλος τὸ τέλος, τῶ τὸν φόβον τὸν φόβον, τῶ τὴν τιμὴν τὴν τιμήν. (Romanos 13, 7)
μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν· ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν. (Romanos 13, 8)
τὸ γὰρ οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τῶ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, [ἐν τῶ] ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. (Romanos 13, 9)
ἡ ἀγάπη τῶ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὗν νόμου ἡ ἀγάπη. (Romanos 13, 10)
καὶ τοῦτο εἰδότες τὸν καιρόν, ὅτι ὥρα ἤδη ὑμᾶς ἐξ ὕπνου ἐγερθῆναι, νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. (Romanos 13, 11)
ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. ἀποθώμεθα οὗν τὰ ἔργα τοῦ σκότους, ἐνδυσώμεθα [δὲ] τὰ ὅπλα τοῦ φωτός. (Romanos 13, 12)
ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ· (Romanos 13, 13)
ἀλλὰ ἐνδύσασθε τὸν κύριον ἰησοῦν χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας. (Romanos 13, 14)
τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. (Romanos 14, 1)
ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. (Romanos 14, 2)