Mosaico decorativo

Trouvé 35140 Résultats pour: Ὁ

  • διὸ ἀνάγκη ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργὴν ἀλλὰ καὶ διὰ τὴν συνείδησιν. (Romanos 13, 5)

  • διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε, λειτουργοὶ γὰρ θεοῦ εἰσιν εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες. (Romanos 13, 6)

  • ἀπόδοτε πᾶσιν τὰς ὀφειλάς, τῶ τὸν φόρον τὸν φόρον, τῶ τὸ τέλος τὸ τέλος, τῶ τὸν φόβον τὸν φόβον, τῶ τὴν τιμὴν τὴν τιμήν. (Romanos 13, 7)

  • μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν· ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν. (Romanos 13, 8)

  • τὸ γὰρ οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τῶ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, [ἐν τῶ] ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. (Romanos 13, 9)

  • ἡ ἀγάπη τῶ πλησίον κακὸν οὐκ ἐργάζεται· πλήρωμα οὗν νόμου ἡ ἀγάπη. (Romanos 13, 10)

  • καὶ τοῦτο εἰδότες τὸν καιρόν, ὅτι ὥρα ἤδη ὑμᾶς ἐξ ὕπνου ἐγερθῆναι, νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. (Romanos 13, 11)

  • ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. ἀποθώμεθα οὗν τὰ ἔργα τοῦ σκότους, ἐνδυσώμεθα [δὲ] τὰ ὅπλα τοῦ φωτός. (Romanos 13, 12)

  • ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ· (Romanos 13, 13)

  • ἀλλὰ ἐνδύσασθε τὸν κύριον ἰησοῦν χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας. (Romanos 13, 14)

  • τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. (Romanos 14, 1)

  • ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. (Romanos 14, 2)


"Todas as graças que pedimos no nome de Jesus são concedidas pelo Pai eterno." São Padre Pio de Pietrelcina