Fondare 35140 Risultati per: Ὁ
καὶ ἐξείλατο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῶ χάριν καὶ σοφίαν ἐναντίον φαραὼ βασιλέως αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ᾽ αἴγυπτον καὶ [ἐφ᾽] ὅλον τὸν οἶκον αὐτοῦ. (Atos dos Apóstolos 7, 10)
ἦλθεν δὲ λιμὸς ἐφ᾽ ὅλην τὴν αἴγυπτον καὶ χανάαν καὶ θλῖψις μεγάλη, καὶ οὐχ ηὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν. (Atos dos Apóstolos 7, 11)
ἀκούσας δὲ ἰακὼβ ὄντα σιτία εἰς αἴγυπτον ἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον· (Atos dos Apóstolos 7, 12)
καὶ ἐν τῶ δευτέρῳ ἀνεγνωρίσθη ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῶ φαραὼ τὸ γένος [τοῦ] ἰωσήφ. (Atos dos Apóstolos 7, 13)
ἀποστείλας δὲ ἰωσὴφ μετεκαλέσατο ἰακὼβ τὸν πατέρα αὐτοῦ καὶ πᾶσαν τὴν συγγένειαν ἐν ψυχαῖς ἑβδομήκοντα πέντε, (Atos dos Apóstolos 7, 14)
καὶ κατέβη ἰακὼβ εἰς αἴγυπτον. καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν, (Atos dos Apóstolos 7, 15)
καὶ μετετέθησαν εἰς συχὲμ καὶ ἐτέθησαν ἐν τῶ μνήματι ᾧ ὠνήσατο ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν ἑμμὼρ ἐν συχέμ. (Atos dos Apóstolos 7, 16)
καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς ὡμολόγησεν ὁ θεὸς τῶ ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν αἰγύπτῳ, (Atos dos Apóstolos 7, 17)
ἄχρι οὖ ἀνέστη βασιλεὺς ἕτερος [ἐπ᾽ αἴγυπτον] ὃς οὐκ ᾔδει τὸν ἰωσήφ. (Atos dos Apóstolos 7, 18)
οὖτος κατασοφισάμενος τὸ γένος ἡμῶν ἐκάκωσεν τοὺς πατέρας [ἡμῶν] τοῦ ποιεῖν τὰ βρέφη ἔκθετα αὐτῶν εἰς τὸ μὴ ζῳογονεῖσθαι. (Atos dos Apóstolos 7, 19)
ἐν ᾧ καιρῶ ἐγεννήθη μωϊσῆς, καὶ ἦν ἀστεῖος τῶ θεῶ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῶ οἴκῳ τοῦ πατρός· (Atos dos Apóstolos 7, 20)
ἐκτεθέντος δὲ αὐτοῦ ἀνείλατο αὐτὸν ἡ θυγάτηρ φαραὼ καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν. (Atos dos Apóstolos 7, 21)