Mosaico decorativo

Found 35140 Results for: Ὁ

  • καὶ ἐξείλατο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῶ χάριν καὶ σοφίαν ἐναντίον φαραὼ βασιλέως αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ᾽ αἴγυπτον καὶ [ἐφ᾽] ὅλον τὸν οἶκον αὐτοῦ. (Atos dos Apóstolos 7, 10)

  • ἦλθεν δὲ λιμὸς ἐφ᾽ ὅλην τὴν αἴγυπτον καὶ χανάαν καὶ θλῖψις μεγάλη, καὶ οὐχ ηὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν. (Atos dos Apóstolos 7, 11)

  • ἀκούσας δὲ ἰακὼβ ὄντα σιτία εἰς αἴγυπτον ἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον· (Atos dos Apóstolos 7, 12)

  • καὶ ἐν τῶ δευτέρῳ ἀνεγνωρίσθη ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῶ φαραὼ τὸ γένος [τοῦ] ἰωσήφ. (Atos dos Apóstolos 7, 13)

  • ἀποστείλας δὲ ἰωσὴφ μετεκαλέσατο ἰακὼβ τὸν πατέρα αὐτοῦ καὶ πᾶσαν τὴν συγγένειαν ἐν ψυχαῖς ἑβδομήκοντα πέντε, (Atos dos Apóstolos 7, 14)

  • καὶ κατέβη ἰακὼβ εἰς αἴγυπτον. καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν, (Atos dos Apóstolos 7, 15)

  • καὶ μετετέθησαν εἰς συχὲμ καὶ ἐτέθησαν ἐν τῶ μνήματι ᾧ ὠνήσατο ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν ἑμμὼρ ἐν συχέμ. (Atos dos Apóstolos 7, 16)

  • καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς ὡμολόγησεν ὁ θεὸς τῶ ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν αἰγύπτῳ, (Atos dos Apóstolos 7, 17)

  • ἄχρι οὖ ἀνέστη βασιλεὺς ἕτερος [ἐπ᾽ αἴγυπτον] ὃς οὐκ ᾔδει τὸν ἰωσήφ. (Atos dos Apóstolos 7, 18)

  • οὖτος κατασοφισάμενος τὸ γένος ἡμῶν ἐκάκωσεν τοὺς πατέρας [ἡμῶν] τοῦ ποιεῖν τὰ βρέφη ἔκθετα αὐτῶν εἰς τὸ μὴ ζῳογονεῖσθαι. (Atos dos Apóstolos 7, 19)

  • ἐν ᾧ καιρῶ ἐγεννήθη μωϊσῆς, καὶ ἦν ἀστεῖος τῶ θεῶ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῶ οἴκῳ τοῦ πατρός· (Atos dos Apóstolos 7, 20)

  • ἐκτεθέντος δὲ αὐτοῦ ἀνείλατο αὐτὸν ἡ θυγάτηρ φαραὼ καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν. (Atos dos Apóstolos 7, 21)


"Lembre-se de que você tem no Céu não somente um pai, mas também uma Mãe". São Padre Pio de Pietrelcina