Mosaico decorativo

Fondare 27855 Risultati per: Καὶ

  • περὶ διαφόρου πράσεως ἐμπόρων καὶ περὶ παιδείας τέκνων πολλῆς καὶ οἰκέτῃ πονηρῷ πλευρὰν αἱμάξαι (Eclesiástico 42, 5)

  • ἐπὶ γυναικὶ πονηρᾷ καλὸν σφραγίς καὶ ὅπου χεῖρες πολλαί κλεῖσον (Eclesiástico 42, 6)

  • ὃ ἐὰν παραδιδῷς ἐν ἀριθμῷ καὶ σταθμῷ καὶ δόσις καὶ λῆμψις πάντα ἐν γραφῇ (Eclesiástico 42, 7)

  • περὶ παιδείας ἀνοήτου καὶ μωροῦ καὶ ἐσχατογήρως κρινομένου πρὸς νέους καὶ ἔσῃ πεπαιδευμένος ἀληθινῶς καὶ δεδοκιμασμένος ἔναντι παντὸς ζῶντος (Eclesiástico 42, 8)

  • θυγάτηρ πατρὶ ἀπόκρυφος ἀγρυπνία καὶ ἡ μέριμνα αὐτῆς ἀφιστᾷ ὕπνον ἐν νεότητι αὐτῆς μήποτε παρακμάσῃ καὶ συνῳκηκυῖα μήποτε μισηθῇ (Eclesiástico 42, 9)

  • ἐν παρθενίᾳ μήποτε βεβηλωθῇ καὶ ἐν τοῖς πατρικοῖς αὐτῆς ἔγκυος γένηται μετὰ ἀνδρὸς οὖσα μήποτε παραβῇ καὶ συνῳκηκυῖα μήποτε στειρωθῇ (Eclesiástico 42, 10)

  • ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακήν μήποτε ποιήσῃ σε ἐπίχαρμα ἐχθροῖς λαλιὰν ἐν πόλει καὶ ἔκκλητον λαοῦ καὶ καταισχύνῃ σε ἐν πλήθει πολλῶν (Eclesiástico 42, 11)

  • παντὶ ἀνθρώπῳ μὴ ἔμβλεπε ἐν κάλλει καὶ ἐν μέσῳ γυναικῶν μὴ συνέδρευε (Eclesiástico 42, 12)

  • ἀπὸ γὰρ ἱματίων ἐκπορεύεται σὴς καὶ ἀπὸ γυναικὸς πονηρία γυναικός (Eclesiástico 42, 13)

  • κρείσσων πονηρία ἀνδρὸς ἢ ἀγαθοποιὸς γυνή καὶ γυνὴ καταισχύνουσα εἰς ὀνειδισμόν (Eclesiástico 42, 14)

  • μνησθήσομαι δὴ τὰ ἔργα κυρίου καὶ ἃ ἑόρακα ἐκδιηγήσομαι ἐν λόγοις κυρίου τὰ ἔργα αὐτοῦ (Eclesiástico 42, 15)

  • ἥλιος φωτίζων κατὰ πᾶν ἐπέβλεψεν καὶ τῆς δόξης κυρίου πλῆρες τὸ ἔργον αὐτοῦ (Eclesiástico 42, 16)


"Diga ao Senhor: Faça em mim segundo a Tua vontade, mas antes de mandar-me o sofrimento, dê-me forças para que eu possa sofrer com amor.". São Padre Pio de Pietrelcina