Trouvé 27855 Résultats pour: Καὶ
περὶ διαφόρου πράσεως ἐμπόρων καὶ περὶ παιδείας τέκνων πολλῆς καὶ οἰκέτῃ πονηρῷ πλευρὰν αἱμάξαι (Eclesiástico 42, 5)
ἐπὶ γυναικὶ πονηρᾷ καλὸν σφραγίς καὶ ὅπου χεῖρες πολλαί κλεῖσον (Eclesiástico 42, 6)
ὃ ἐὰν παραδιδῷς ἐν ἀριθμῷ καὶ σταθμῷ καὶ δόσις καὶ λῆμψις πάντα ἐν γραφῇ (Eclesiástico 42, 7)
περὶ παιδείας ἀνοήτου καὶ μωροῦ καὶ ἐσχατογήρως κρινομένου πρὸς νέους καὶ ἔσῃ πεπαιδευμένος ἀληθινῶς καὶ δεδοκιμασμένος ἔναντι παντὸς ζῶντος (Eclesiástico 42, 8)
θυγάτηρ πατρὶ ἀπόκρυφος ἀγρυπνία καὶ ἡ μέριμνα αὐτῆς ἀφιστᾷ ὕπνον ἐν νεότητι αὐτῆς μήποτε παρακμάσῃ καὶ συνῳκηκυῖα μήποτε μισηθῇ (Eclesiástico 42, 9)
ἐν παρθενίᾳ μήποτε βεβηλωθῇ καὶ ἐν τοῖς πατρικοῖς αὐτῆς ἔγκυος γένηται μετὰ ἀνδρὸς οὖσα μήποτε παραβῇ καὶ συνῳκηκυῖα μήποτε στειρωθῇ (Eclesiástico 42, 10)
ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακήν μήποτε ποιήσῃ σε ἐπίχαρμα ἐχθροῖς λαλιὰν ἐν πόλει καὶ ἔκκλητον λαοῦ καὶ καταισχύνῃ σε ἐν πλήθει πολλῶν (Eclesiástico 42, 11)
παντὶ ἀνθρώπῳ μὴ ἔμβλεπε ἐν κάλλει καὶ ἐν μέσῳ γυναικῶν μὴ συνέδρευε (Eclesiástico 42, 12)
ἀπὸ γὰρ ἱματίων ἐκπορεύεται σὴς καὶ ἀπὸ γυναικὸς πονηρία γυναικός (Eclesiástico 42, 13)
κρείσσων πονηρία ἀνδρὸς ἢ ἀγαθοποιὸς γυνή καὶ γυνὴ καταισχύνουσα εἰς ὀνειδισμόν (Eclesiástico 42, 14)
μνησθήσομαι δὴ τὰ ἔργα κυρίου καὶ ἃ ἑόρακα ἐκδιηγήσομαι ἐν λόγοις κυρίου τὰ ἔργα αὐτοῦ (Eclesiástico 42, 15)
ἥλιος φωτίζων κατὰ πᾶν ἐπέβλεψεν καὶ τῆς δόξης κυρίου πλῆρες τὸ ἔργον αὐτοῦ (Eclesiástico 42, 16)