I Samuel, 5
1. Los filisteos, por su parte, tomaron el arca de Dios y la llevaron de Eben Haézer a Asdod.
1. καὶ ἀλλόφυλοι ἔλαβον τὴν κιβωτὸν τοῦ θεοῦ καὶ εἰσήνεγκαν αὐτὴν ἐξ Αβεννεζερ εἰς Ἄζωτον
2. Tomaron los filisteos el arca de Dios, la introdujeron en el templo de Dagón y la colocaron al lado de Dagón.
2. καὶ ἔλαβον ἀλλόφυλοι τὴν κιβωτὸν κυρίου καὶ εἰσήνεγκαν αὐτὴν εἰς οἶκον Δαγων καὶ παρέστησαν αὐτὴν παρὰ Δαγων
3. A la mañana siguiente vinieron los asdodeos al templo de Dagón y he aquí que Dagón estaba caído de bruces en tierra, delante del arca de Yahveh. Levantaron a Dagón y le volvieron a su sitio.
3. καὶ ὤρθρισαν οἱ Ἀζώτιοι καὶ εἰσῆλθον εἰς οἶκον Δαγων καὶ εἶδον καὶ ἰδοὺ Δαγων πεπτωκὼς ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον κιβωτοῦ τοῦ θεοῦ καὶ ἤγειραν τὸν Δαγων καὶ κατέστησαν εἰς τὸν τόπον αὐτοῦ καὶ ἐβαρύνθη χεὶρ κυρίου ἐπὶ τοὺς Ἀζωτίους καὶ ἐβασάνισεν αὐτοὺς καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν τὴν Ἄζωτον καὶ τὰ ὅρια αὐτῆς
4. Pero a la mañana siguiente temprano, Dagón estaba caído de bruces en tierra, delante del arca de Yahveh y la cabeza de Dagón y sus dos manos estaban rotas en el umbral; sólo quedaba el tronco de Dagón.
4. καὶ ἐγένετο ὅτε ὤρθρισαν τὸ πρωί καὶ ἰδοὺ Δαγων πεπτωκὼς ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον κιβωτοῦ διαθήκης κυρίου καὶ ἡ κεφαλὴ Δαγων καὶ ἀμφότερα τὰ ἴχνη χειρῶν αὐτοῦ ἀφῃρημένα ἐπὶ τὰ ἐμπρόσθια αμαφεθ ἕκαστον καὶ ἀμφότεροι οἱ καρποὶ τῶν χειρῶν αὐτοῦ πεπτωκότες ἐπὶ τὸ πρόθυρον πλὴν ἡ ῥάχις Δαγων ὑπελείφθη
5. Por eso los sacerdotes de Dagón y todos los que entran en el templo de Dagón no pisan el umbral de Dagón en Asdod hasta el día de hoy.
5. διὰ τοῦτο οὐκ ἐπιβαίνουσιν οἱ ἱερεῖς Δαγων καὶ πᾶς ὁ εἰσπορευόμενος εἰς οἶκον Δαγων ἐπὶ βαθμὸν οἴκου Δαγων ἐν Ἀζώτῳ ἕως τῆς ἡμέρας ταύτης ὅτι ὑπερβαίνοντες ὑπερβαίνουσιν
6. La mano de Yahveh cayó pesadamente sobre los asdodeos hiriéndolos con tumores, a Asdod y su comarca.
6. καὶ ἐβαρύνθη χεὶρ κυρίου ἐπὶ Ἄζωτον καὶ ἐπήγαγεν αὐτοῖς καὶ ἐξέζεσεν αὐτοῖς εἰς τὰς ναῦς καὶ μέσον τῆς χώρας αὐτῆς ἀνεφύησαν μύες καὶ ἐγένετο σύγχυσις θανάτου μεγάλη ἐν τῇ πόλει
7. Cuando los vecinos de Asdod vieron lo que sucedía, dijeron: «Que no se quede entre nosotros el arca del Dios de Israel, porque su mano se ha endurecido contra nosotros y contra nuestro dios Dagón.»
7. καὶ εἶδον οἱ ἄνδρες Ἀζώτου ὅτι οὕτως καὶ λέγουσιν ὅτι οὐ καθήσεται κιβωτὸς τοῦ θεοῦ Ισραηλ μεθ’ ἡμῶν ὅτι σκληρὰ χεὶρ αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ Δαγων θεὸν ἡμῶν
8. Hicieron, pues, convocar junto a ellos a todos los tiranos de los filisteos y dijeron: «¿Qué debemos hacer con el arca del Dios de Israel?» Decidieron: «El arca del Dios de Israel se trasladará a Gat.» Y trasladaron allí el arca del Dios de Israel.
8. καὶ ἀποστέλλουσιν καὶ συνάγουσιν τοὺς σατράπας τῶν ἀλλοφύλων πρὸς αὐτοὺς καὶ λέγουσιν τί ποιήσωμεν κιβωτῷ θεοῦ Ισραηλ καὶ λέγουσιν οἱ Γεθθαῖοι μετελθέτω κιβωτὸς τοῦ θεοῦ πρὸς ἡμᾶς καὶ μετῆλθεν κιβωτὸς τοῦ θεοῦ εἰς Γεθθα
9. Pero así que la trasladaron, la mano de Yahveh cayó sobre la ciudad provocando gran terror; los varones de la ciudad, desde el más pequeño hasta el mayor, fueron castigados, saliéndoles tumores.
9. καὶ ἐγενήθη μετὰ τὸ μετελθεῖν αὐτὴν καὶ γίνεται χεὶρ κυρίου ἐν τῇ πόλει τάραχος μέγας σφόδρα καὶ ἐπάταξεν τοὺς ἄνδρας τῆς πόλεως ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν καὶ ἐποίησαν ἑαυτοῖς οἱ Γεθθαῖοι ἕδρας
10. Enviaron entonces el arca de Dios a Ecrón, exclamaron los ecronitas: Han encaminado hacia mí el arca del Dios de Israel para hacerme perecer con mi pueblo.»
10. καὶ ἐξαποστέλλουσιν τὴν κιβωτὸν τοῦ θεοῦ εἰς Ἀσκαλῶνα καὶ ἐγενήθη ὡς εἰσῆλθεν κιβωτὸς θεοῦ εἰς Ἀσκαλῶνα καὶ ἐβόησαν οἱ Ἀσκαλωνῖται λέγοντες τί ἀπεστρέψατε πρὸς ἡμᾶς τὴν κιβωτὸν τοῦ θεοῦ Ισραηλ θανατῶσαι ἡμᾶς καὶ τὸν λαὸν ἡμῶν
11. Hicieron convocar a todos los tiranos de los filisteos y dijeron: «Devolved el arca del Dios de Israel; que vuelva a su sitio y no me haga morir a mí y a mi pueblo.» Pues había un terror mortal en toda la ciudad, porque descargó allí duramente la mano de Dios.
11. καὶ ἐξαποστέλλουσιν καὶ συνάγουσιν τοὺς σατράπας τῶν ἀλλοφύλων καὶ εἶπον ἐξαποστείλατε τὴν κιβωτὸν τοῦ θεοῦ Ισραηλ καὶ καθισάτω εἰς τὸν τόπον αὐτῆς καὶ οὐ μὴ θανατώσῃ ἡμᾶς καὶ τὸν λαὸν ἡμῶν ὅτι ἐγενήθη σύγχυσις θανάτου ἐν ὅλῃ τῇ πόλει βαρεῖα σφόδρα ὡς εἰσῆλθεν κιβωτὸς θεοῦ Ισραηλ ἐκεῖ
12. Los que no murieron fueron atacados de tumores y los alaridos de angustia de la ciudad subieron hasta el cielo.
12. καὶ οἱ ζῶντες καὶ οὐκ ἀποθανόντες ἐπλήγησαν εἰς τὰς ἕδρας καὶ ἀνέβη ἡ κραυγὴ τῆς πόλεως εἰς τὸν οὐρανόν
