Mosaico decorativo

1. There was at that time Jephte the Galaadite, a most valiant man and a warrior, the son of a woman that was a harlot, and his father was Galaad.

1. καὶ Ιεφθαε ὁ Γαλααδίτης ἐπηρμένος δυνάμει καὶ αὐτὸς υἱὸς γυναικὸς πόρνης ἣ ἐγέννησεν τῷ Γαλααδ τὸν Ιεφθαε

2. Now Galaad had a wife of whom he had sons: who after they were grown up, thrust out Jephte, saying: Thou canst not inherit in the house of our father, because thou art born of another mother.

2. καὶ ἔτεκεν ἡ γυνὴ Γαλααδ αὐτῷ υἱούς καὶ ἡδρύνθησαν οἱ υἱοὶ τῆς γυναικὸς καὶ ἐξέβαλον τὸν Ιεφθαε καὶ εἶπαν αὐτῷ οὐ κληρονομήσεις ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν ὅτι υἱὸς γυναικὸς ἑταίρας σύ

3. Then he fled and avoided them and dwelt in the land of Tob: and there were gathered to him needy men, and robbers, and they followed him as their prince.

3. καὶ ἔφυγεν Ιεφθαε ἀπὸ προσώπου ἀδελφῶν αὐτοῦ καὶ ᾤκησεν ἐν γῇ Τωβ καὶ συνεστράφησαν πρὸς Ιεφθαε ἄνδρες κενοὶ καὶ ἐξῆλθον μετ’ αὐτοῦ

4. In those days the children of Ammon made war against Israel.

4. []

5. And as they pressed hard upon them, the ancients of Galaad went to fetch Jephte out of the land of Tob to help them:

5. καὶ ἐγένετο ἡνίκα παρετάξαντο οἱ υἱοὶ Αμμων μετὰ Ισραηλ καὶ ἐπορεύθησαν οἱ πρεσβύτεροι Γαλααδ λαβεῖν τὸν Ιεφθαε ἀπὸ τῆς γῆς Τωβ

6. And they said to him: Come thou and be our prince, and fight against the children of Ammon.

6. καὶ εἶπαν τῷ Ιεφθαε δεῦρο καὶ ἔσῃ ἡμῖν εἰς ἀρχηγόν καὶ παραταξώμεθα πρὸς υἱοὺς Αμμων

7. And he answered them: Are not you the men that hated me, and cast me out of my father's house, and now you are come to me constrained by necessity?

7. καὶ εἶπεν Ιεφθαε τοῖς πρεσβυτέροις Γαλααδ οὐχὶ ὑμεῖς ἐμισήσατέ με καὶ ἐξεβάλετέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐξαπεστείλατέ με ἀφ’ ὑμῶν καὶ διὰ τί ἤλθατε πρός με νῦν ἡνίκα χρῄζετε

8. And the princes of Galaad said to Jephte: For this cause we are now come to thee, that thou mayst go with us, and fight against the children of Ammon, and be head over all the inhabitants of Galaad.

8. καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεφθαε διὰ τοῦτο νῦν ἐπεστρέψαμεν πρὸς σέ καὶ πορεύσῃ μεθ’ ἡμῶν καὶ παρατάξῃ πρὸς υἱοὺς Αμμων καὶ ἔσῃ ἡμῖν εἰς ἄρχοντα πᾶσιν τοῖς οἰκοῦσιν Γαλααδ

9. Jephte also said to them: If you be come to me sincerely, that I should fight for you against the children of Ammon, and the Lord shall deliver them into my band, shall I be your prince?

9. καὶ εἶπεν Ιεφθαε πρὸς τοὺς πρεσβυτέρους Γαλααδ εἰ ἐπιστρέφετέ με ὑμεῖς παρατάξασθαι ἐν υἱοῖς Αμμων καὶ παραδῷ κύριος αὐτοὺς ἐνώπιον ἐμοῦ καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς ἄρχοντα

10. They answered him: The Lord who heareth these things, he himself is mediator and witness that we will do as we have promised.

10. καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεφθαε κύριος ἔστω ἀκούων ἀνὰ μέσον ἡμῶν εἰ μὴ κατὰ τὸ ῥῆμά σου οὕτως ποιήσομεν

11. Jephte therefore went with the princes of Galaad, and all the people made him their prince. And Jephte spoke all his words before the Lord in Maspha.

11. καὶ ἐπορεύθη Ιεφθαε μετὰ τῶν πρεσβυτέρων Γαλααδ καὶ ἔθηκαν αὐτὸν ὁ λαὸς ἐπ’ αὐτοὺς εἰς κεφαλὴν καὶ εἰς ἀρχηγόν καὶ ἐλάλησεν Ιεφθαε τοὺς λόγους αὐτοῦ πάντας ἐνώπιον κυρίου ἐν Μασσηφα

12. And he sent messengers to the king of the children of Ammon, to say in his name, What hast thou to do with me, that thou art come against me, to waste my land?

12. καὶ ἀπέστειλεν Ιεφθαε ἀγγέλους πρὸς βασιλέα υἱῶν Αμμων λέγων τί ἐμοὶ καὶ σοί ὅτι ἦλθες πρός με τοῦ παρατάξασθαι ἐν τῇ γῇ μου

13. And he answered them: I Because Israel took away my land when he came up out of Egypt, from the confines of the Arnon unto the Jaboc and the Jordan: now therefore restore the same peaceably to me.

13. καὶ εἶπεν βασιλεὺς υἱῶν Αμμων πρὸς τοὺς ἀγγέλους Ιεφθαε ὅτι ἔλαβεν Ισραηλ τὴν γῆν μου ἐν τῷ ἀναβαίνειν αὐτὸν ἐξ Αἰγύπτου ἀπὸ Αρνων καὶ ἕως Ιαβοκ καὶ ἕως τοῦ Ιορδάνου καὶ νῦν ἐπίστρεψον αὐτὰς ἐν εἰρήνῃ καὶ πορεύσομαι

14. And Jephte again sent word by them, and commanded them to say to the king of Ammon:

14. καὶ προσέθηκεν ἔτι Ιεφθαε καὶ ἀπέστειλεν ἀγγέλους πρὸς βασιλέα υἱῶν Αμμων

15. Thus saith Jephte: Israel did not take away the land of Moab, nor the land of the children of Ammon:

15. καὶ εἶπεν αὐτῷ οὕτω λέγει Ιεφθαε οὐκ ἔλαβεν Ισραηλ τὴν γῆν Μωαβ καὶ τὴν γῆν υἱῶν Αμμων

16. But when they came up out of Egypt, he walked through the desert to the Red Sea and came into Cades.

16. ὅτι ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου ἐπορεύθη Ισραηλ ἐν τῇ ἐρήμῳ ἕως θαλάσσης Σιφ καὶ ἦλθεν εἰς Καδης

17. And he sent messengers to the king of Edom, saying: Suffer me to pass through thy land. But he would not condescend to his request. He sent also to the king of Moab, who likewise refused to give him passage. He abode therefore in Cades,

17. καὶ ἀπέστειλεν Ισραηλ ἀγγέλους πρὸς βασιλέα Εδωμ λέγων παρελεύσομαι δὴ ἐν τῇ γῇ σου καὶ οὐκ ἤκουσεν βασιλεὺς Εδωμ καὶ πρὸς βασιλέα Μωαβ ἀπέστειλεν καὶ οὐκ εὐδόκησεν καὶ ἐκάθισεν Ισραηλ ἐν Καδης

18. And went round the land of Edom at the side, and the land of Moab: and came over against the east coast of the land of Moab, and camped on the other side of the Arnon: and he would not enter the bounds of Moab.

18. καὶ ἐπορεύθη ἐν τῇ ἐρήμῳ καὶ ἐκύκλωσεν τὴν γῆν Εδωμ καὶ τὴν γῆν Μωαβ καὶ ἦλθεν ἀπὸ ἀνατολῶν ἡλίου τῇ γῇ Μωαβ καὶ παρενέβαλον ἐν πέραν Αρνων καὶ οὐκ εἰσῆλθεν ἐν ὁρίοις Μωαβ ὅτι Αρνων ὅριον Μωαβ

19. So Israel sent messengers to Sehon king of the Amorrhites, who dwelt in Hesebon, and they said to him: Suffer me to pass through thy land to the river.

19. καὶ ἀπέστειλεν Ισραηλ ἀγγέλους πρὸς Σηων βασιλέα τοῦ Αμορραίου βασιλέα Εσεβων καὶ εἶπεν αὐτῷ Ισραηλ παρέλθωμεν δὴ ἐν τῇ γῇ σου ἕως τοῦ τόπου ἡμῶν

20. But he also despising the words of Israel, suffered him not to pass through his borders: but gathering an infinite multitude, went out against him to Jasa, and made strong opposition.

20. καὶ οὐκ ἐνεπίστευσεν Σηων τῷ Ισραηλ παρελθεῖν ἐν ὁρίῳ αὐτοῦ καὶ συνῆξεν Σηων τὸν πάντα λαὸν αὐτοῦ καὶ παρενέβαλον εἰς Ιασα καὶ παρετάξατο πρὸς Ισραηλ

21. And the Lord delivered him with all his army into the hands of Israel, and he slew him, and possessed all the land of the Amorrhite the inhabitant of that country,

21. καὶ παρέδωκεν κύριος ὁ θεὸς Ισραηλ τὸν Σηων καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν χειρὶ Ισραηλ καὶ ἐπάταξεν αὐτόν καὶ ἐκληρονόμησεν Ισραηλ τὴν πᾶσαν γῆν τοῦ Αμορραίου τοῦ κατοικοῦντος τὴν γῆν ἐκείνην

22. And all the coasts thereof from the Arnon to the Jaboc, and from the wilderness to the Jordan.

22. ἀπὸ Αρνων καὶ ἕως τοῦ Ιαβοκ καὶ ἀπὸ τῆς ἐρήμου ἕως τοῦ Ιορδάνου

23. So the Lord the God of Israel destroyed the Amorrhite, his people of Israel fighting against him, and wilt thou now possess this land?

23. καὶ νῦν κύριος ὁ θεὸς Ισραηλ ἐξῆρεν τὸν Αμορραῖον ἀπὸ προσώπου λαοῦ αὐτοῦ Ισραηλ καὶ σὺ κληρονομήσεις αὐτόν

24. Are not those things which thy god Chamos possesseth, due to thee by right? But what the Lord our God hath obtained by conquest, shall be our possession:

24. οὐχὶ ἃ ἐὰν κληρονομήσει σε Χαμως ὁ θεός σου αὐτὰ κληρονομήσεις καὶ τοὺς πάντας οὓς ἐξῆρεν κύριος ὁ θεὸς ἡμῶν ἀπὸ προσώπου ἡμῶν αὐτοὺς κληρονομήσομεν

25. Unless perhaps thou art better than Balac the son of Sephor king of Moab: or canst shew that he strove against Israel and fought against him,

25. καὶ νῦν μὴ ἐν ἀγαθῷ ἀγαθώτερος σὺ ὑπὲρ Βαλακ υἱὸν Σεπφωρ βασιλέα Μωαβ μὴ μαχόμενος ἐμαχέσατο μετὰ Ισραηλ ἢ πολεμῶν ἐπολέμησεν αὐτόν

26. Whereas he hath dwelt in Hesebon, and the villages thereof, and in Aroer, and its villages, and in all the cities near the Jordan, for three hundred years. Why have you for so long a time attempted nothing about this claim?

26. ἐν τῷ οἰκῆσαι ἐν Εσεβων καὶ ἐν τοῖς ὁρίοις αὐτῆς καὶ ἐν γῇ Αροηρ καὶ ἐν τοῖς ὁρίοις αὐτῆς καὶ ἐν πάσαις ταῖς πόλεσιν ταῖς παρὰ τὸν Ιορδάνην τριακόσια ἔτη καὶ διὰ τί οὐκ ἐρρύσω αὐτοὺς ἐν τῷ καιρῷ ἐκείνῳ

27. Therefore I do not trespass against thee, but thou wrongest me by declaring an unjust war against me. The Lord be judge and decide this day between Israel and the children of Ammon.

27. καὶ νῦν ἐγώ εἰμι οὐχ ἥμαρτόν σοι καὶ σὺ ποιεῖς μετ’ ἐμοῦ πονηρίαν τοῦ παρατάξασθαι ἐν ἐμοί κρίναι κύριος κρίνων σήμερον ἀνὰ μέσον υἱῶν Ισραηλ καὶ ἀνὰ μέσον υἱῶν Αμμων

28. And the king of the children of Ammon would not hearken to the words of Jephte, which he sent him by the messengers.

28. καὶ οὐκ ἤκουσεν βασιλεὺς υἱῶν Αμμων τῶν λόγων Ιεφθαε ὧν ἀπέστειλεν πρὸς αὐτόν

29. Therefore the spirit of the Lord came upon Jephte, and going round Galaad, and Manasses, and Maspha of Galaad, and passing over from thence to the children of Ammon,

29. καὶ ἐγένετο ἐπὶ Ιεφθαε πνεῦμα κυρίου καὶ παρῆλθεν τὸν Γαλααδ καὶ τὸν Μανασση καὶ παρῆλθεν τὴν σκοπιὰν Γαλααδ εἰς τὸ πέραν υἱῶν Αμμων

30. He made a vow to the Lord, saying: If thou wilt deliver the children of Ammon into my hands,

30. καὶ ηὔξατο Ιεφθαε εὐχὴν τῷ κυρίῳ καὶ εἶπεν ἐὰν διδοὺς δῷς τοὺς υἱοὺς Αμμων ἐν τῇ χειρί μου

31. Whosoever shall first come forth out of the doors of my house, and shall meet me when I return in peace from the children of Ammon, the same will I offer a holocaust to the Lord.

31. καὶ ἔσται ὁ ἐκπορευόμενος ὃς ἐὰν ἐξέλθῃ ἀπὸ τῆς θύρας τοῦ οἴκου μου εἰς συνάντησίν μου ἐν τῷ ἐπιστρέφειν με ἐν εἰρήνῃ ἀπὸ υἱῶν Αμμων καὶ ἔσται τῷ κυρίῳ ἀνοίσω αὐτὸν ὁλοκαύτωμα

32. And Jephte passed over to the children of Ammon, to fight against them: and the Lord delivered them into his hands.

32. καὶ παρῆλθεν Ιεφθαε πρὸς υἱοὺς Αμμων παρατάξασθαι πρὸς αὐτούς καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ αὐτοῦ

33. And he smote them from Aroer till you come to Mennith, twenty cities, and as far as Abel, which is set with vineyards, with a very great slaughter: and the children of Ammon were humbled by the children of Israel.

33. καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ Αροηρ ἕως ἐλθεῖν ἄχρις Αρνων ἐν ἀριθμῷ εἴκοσι πόλεις καὶ ἕως Εβελχαρμιν πληγὴν μεγάλην σφόδρα καὶ συνεστάλησαν οἱ υἱοὶ Αμμων ἀπὸ προσώπου υἱῶν Ισραηλ

34. And when Jephte returned into Maspha to his house, his only daughter met him with timbrels and with dances: for he had no other children.

34. καὶ ἦλθεν Ιεφθαε εἰς Μασσηφα εἰς τὸν οἶκον αὐτοῦ καὶ ἰδοὺ ἡ θυγάτηρ αὐτοῦ ἐξεπορεύετο εἰς ὑπάντησιν ἐν τυμπάνοις καὶ χοροῖς καὶ ἦν αὕτη μονογενής οὐκ ἦν αὐτῷ ἕτερος υἱὸς ἢ θυγάτηρ

35. And when he saw her, he rent his garments, and said: Alas! my daughter, thou hast deceived me, and thou thyself art deceived: for I have opened my mouth to the Lord, and I can do no other thing.

35. καὶ ἐγένετο ὡς εἶδεν αὐτὴν αὐτός διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν ἆ ἆ θυγάτηρ μου ταραχῇ ἐτάραξάς με καὶ σὺ ἦς ἐν τῷ ταράχῳ μου καὶ ἐγώ εἰμι ἤνοιξα κατὰ σοῦ τὸ στόμα μου πρὸς κύριον καὶ οὐ δυνήσομαι ἐπιστρέψαι

36. And she answered him: My father, if thou hast opened thy mouth to the Lord, do unto me whatsoever thou hast promised, since the victory hath been granted to thee, and revenge of thy enemies.

36. ἡ δὲ εἶπεν πρὸς αὐτόν πάτερ ἤνοιξας τὸ στόμα σου πρὸς κύριον ποίησόν μοι ὃν τρόπον ἐξῆλθεν ἐκ στόματός σου ἐν τῷ ποιῆσαί σοι κύριον ἐκδίκησιν ἀπὸ τῶν ἐχθρῶν σου ἀπὸ υἱῶν Αμμων

37. And she said to her father: Grant me only this which I desire: Let me go, that I may go about the mountains for two months, and may bewail my virginity with my companions.

37. καὶ ἥδε εἶπεν πρὸς τὸν πατέρα αὐτῆς ποιησάτω δὴ ὁ πατήρ μου τὸν λόγον τοῦτον ἔασόν με δύο μῆνας καὶ πορεύσομαι καὶ καταβήσομαι ἐπὶ τὰ ὄρη καὶ κλαύσομαι ἐπὶ τὰ παρθένιά μου ἐγώ εἰμι καὶ αἱ συνεταιρίδες μου

38. And he answered her: Go. And he sent her away for two months. And when she was gone with her comrades and companions, she mourned her virginity in the mountains.

38. καὶ εἶπεν πορεύου καὶ ἀπέστειλεν αὐτὴν δύο μῆνας καὶ ἐπορεύθη αὐτὴ καὶ αἱ συνεταιρίδες αὐτῆς καὶ ἔκλαυσεν ἐπὶ τὰ παρθένια αὐτῆς ἐπὶ τὰ ὄρη

39. And the two months being expired, she returned to her father, and he did to her as he had vowed, and she knew no man. From thence came a fashion in Israel, and a custom has been kept:

39. καὶ ἐγένετο ἐν τέλει τῶν δύο μηνῶν καὶ ἐπέστρεψεν πρὸς τὸν πατέρα αὐτῆς καὶ ἐποίησεν ἐν αὐτῇ τὴν εὐχὴν αὐτοῦ ἣν ηὔξατο καὶ αὐτὴ οὐκ ἔγνω ἄνδρα καὶ ἐγένετο εἰς πρόσταγμα ἐν Ισραηλ

40. That from year to year the daughters of Israel assemble together, and lament the daughter of Jephte the Galaadite for four days.

40. ἀπὸ ἡμερῶν εἰς ἡμέρας ἐπορεύοντο θυγατέρες Ισραηλ θρηνεῖν τὴν θυγατέρα Ιεφθαε Γαλααδ ἐπὶ τέσσαρας ἡμέρας ἐν τῷ ἐνιαυτῷ



Olvasd el a Bibliát egy év alatt

Csatlakozz közösségünkhöz, és olvasd el a teljes Bibliát 365 nap alatt. Egy strukturált és inspiráló út a hited és a Szentírás ismeretének elmélyítéséhez.