pronađen 30963 Rezultati za: ᾯ
καὶ ἐποίησεν Μωυσῆς καὶ Ελεαζαρ ὁ ἱερεὺς καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ (Números 31, 31)
καὶ ἐγενήθη τὸ πλεόνασμα τῆς προνομῆς ὃ ἐπρονόμευσαν οἱ ἄνδρες οἱ πολεμισταί ἀπὸ τῶν προβάτων ἑξακόσιαι χιλιάδες καὶ ἑβδομήκοντα καὶ πέντε χιλιάδες (Números 31, 32)
καὶ ψυχαὶ ἀνθρώπων ἀπὸ τῶν γυναικῶν αἳ οὐκ ἔγνωσαν κοίτην ἀνδρός πᾶσαι ψυχαὶ δύο καὶ τριάκοντα χιλιάδες (Números 31, 35)
καὶ ἐγενήθη τὸ ἡμίσευμα ἡ μερὶς τῶν ἐκπεπορευμένων εἰς τὸν πόλεμον ἐκ τοῦ ἀριθμοῦ τῶν προβάτων τριακόσιαι καὶ τριάκοντα χιλιάδες καὶ ἑπτακισχίλια καὶ πεντακόσια (Números 31, 36)
καὶ ἐγένετο τὸ τέλος κυρίῳ ἀπὸ τῶν προβάτων ἑξακόσια ἑβδομήκοντα πέντε (Números 31, 37)
καὶ βόες ἓξ καὶ τριάκοντα χιλιάδες καὶ τὸ τέλος κυρίῳ δύο καὶ ἑβδομήκοντα (Números 31, 38)
καὶ ὄνοι τριάκοντα χιλιάδες καὶ πεντακόσιοι καὶ τὸ τέλος κυρίῳ εἷς καὶ ἑξήκοντα (Números 31, 39)
καὶ ψυχαὶ ἀνθρώπων ἑκκαίδεκα χιλιάδες καὶ τὸ τέλος αὐτῶν κυρίῳ δύο καὶ τριάκοντα ψυχαί (Números 31, 40)
καὶ ἔδωκεν Μωυσῆς τὸ τέλος κυρίῳ τὸ ἀφαίρεμα τοῦ θεοῦ Ελεαζαρ τῷ ἱερεῖ καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ (Números 31, 41)
ἀπὸ τοῦ ἡμισεύματος τῶν υἱῶν Ισραηλ οὓς διεῖλεν Μωυσῆς ἀπὸ τῶν ἀνδρῶν τῶν πολεμιστῶν (Números 31, 42)
καὶ ἐγένετο τὸ ἡμίσευμα τὸ τῆς συναγωγῆς ἀπὸ τῶν προβάτων τριακόσιαι χιλιάδες καὶ τριάκοντα χιλιάδες καὶ ἑπτακισχίλια καὶ πεντακόσια (Números 31, 43)
καὶ ψυχαὶ ἀνθρώπων ἓξ καὶ δέκα χιλιάδες (Números 31, 46)