Mosaico decorativo

pronađen 30963 Rezultati za: ᾯ

  • καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσαν εἰς τὴν γῆν, ὡς συκῆ βάλλει τοὺς ὀλύνθους αὐτῆς ὑπὸ ἀνέμου μεγάλου σειομένη, (Apocalipse 6, 13)

  • καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἑλισσόμενον, καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν. (Apocalipse 6, 14)

  • καὶ οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ μεγιστᾶνες καὶ οἱ χιλίαρχοι καὶ οἱ πλούσιοι καὶ οἱ ἰσχυροὶ καὶ πᾶς δοῦλος καὶ ἐλεύθερος ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων· (Apocalipse 6, 15)

  • καὶ λέγουσιν τοῖς ὄρεσιν καὶ ταῖς πέτραις, πέσετε ἐφ᾽ ἡμᾶς καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου, (Apocalipse 6, 16)

  • ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς αὐτῶν, καὶ τίς δύναται σταθῆναι; (Apocalipse 6, 17)

  • μετὰ τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπὶ πᾶν δένδρον. (Apocalipse 7, 1)

  • καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα θεοῦ ζῶντος, καὶ ἔκραξεν φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν, (Apocalipse 7, 2)

  • λέγων, μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα ἄχρι σφραγίσωμεν τοὺς δούλους τοῦ θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν. (Apocalipse 7, 3)

  • καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες, ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν ἰσραήλ· (Apocalipse 7, 4)

  • ἐκ φυλῆς ἰούδα δώδεκα χιλιάδες ἐσφραγισμένοι, ἐκ φυλῆς ῥουβὴν δώδεκα χιλιάδες, ἐκ φυλῆς γὰδ δώδεκα χιλιάδες, (Apocalipse 7, 5)

  • ἐκ φυλῆς ἀσὴρ δώδεκα χιλιάδες, ἐκ φυλῆς νεφθαλὶμ δώδεκα χιλιάδες, ἐκ φυλῆς μανασσῆ δώδεκα χιλιάδες, (Apocalipse 7, 6)

  • ἐκ φυλῆς συμεὼν δώδεκα χιλιάδες, ἐκ φυλῆς λευὶ δώδεκα χιλιάδες, ἐκ φυλῆς ἰσσαχὰρ δώδεκα χιλιάδες, (Apocalipse 7, 7)


"Nas tribulações é necessário ter fé em Deus." São Padre Pio de Pietrelcina