pronađen 30963 Rezultati za: ᾯ
πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε καὶ προσάξετε ὁλοκαύτωμα κυρίῳ (Levítico 23, 25)
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων (Levítico 23, 26)
καὶ τῇ δεκάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ἡμέρα ἐξιλασμοῦ κλητὴ ἁγία ἔσται ὑμῖν καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν καὶ προσάξετε ὁλοκαύτωμα τῷ κυρίῳ (Levítico 23, 27)
πᾶν ἔργον οὐ ποιήσετε ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ ἔστιν γὰρ ἡμέρα ἐξιλασμοῦ αὕτη ὑμῖν ἐξιλάσασθαι περὶ ὑμῶν ἔναντι κυρίου τοῦ θεοῦ ὑμῶν (Levítico 23, 28)
πᾶσα ψυχή ἥτις μὴ ταπεινωθήσεται ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς (Levítico 23, 29)
πᾶν ἔργον οὐ ποιήσετε νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσαις κατοικίαις ὑμῶν (Levítico 23, 31)
σάββατα σαββάτων ἔσται ὑμῖν καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν ἀπὸ ἐνάτης τοῦ μηνὸς ἀπὸ ἑσπέρας ἕως ἑσπέρας σαββατιεῖτε τὰ σάββατα ὑμῶν (Levítico 23, 32)
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων (Levítico 23, 33)
λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων τῇ πεντεκαιδεκάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ἑορτὴ σκηνῶν ἑπτὰ ἡμέρας τῷ κυρίῳ (Levítico 23, 34)
ἑπτὰ ἡμέρας προσάξετε ὁλοκαυτώματα τῷ κυρίῳ καὶ ἡ ἡμέρα ἡ ὀγδόη κλητὴ ἁγία ἔσται ὑμῖν καὶ προσάξετε ὁλοκαυτώματα τῷ κυρίῳ ἐξόδιόν ἐστιν πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε (Levítico 23, 36)
αὗται αἱ ἑορταὶ κυρίῳ ἃς καλέσετε κλητὰς ἁγίας ὥστε προσενέγκαι καρπώματα τῷ κυρίῳ ὁλοκαυτώματα καὶ θυσίας αὐτῶν καὶ σπονδὰς αὐτῶν τὸ καθ’ ἡμέραν εἰς ἡμέραν (Levítico 23, 37)
πλὴν τῶν σαββάτων κυρίου καὶ πλὴν τῶν δομάτων ὑμῶν καὶ πλὴν πασῶν τῶν εὐχῶν ὑμῶν καὶ πλὴν τῶν ἑκουσίων ὑμῶν ἃ ἂν δῶτε τῷ κυρίῳ (Levítico 23, 38)