Mosaico decorativo

pronađen 30963 Rezultati za: ᾯ

  • ἐὰν δὲ προσφέρῃ δῶρον θυσίαν πεπεμμένην ἐν κλιβάνῳ δῶρον κυρίῳ ἐκ σεμιδάλεως ἄρτους ἀζύμους πεφυραμένους ἐν ἐλαίῳ καὶ λάγανα ἄζυμα διακεχρισμένα ἐν ἐλαίῳ (Levítico 2, 4)

  • ἐὰν δὲ θυσία ἀπὸ τηγάνου τὸ δῶρόν σου σεμίδαλις πεφυραμένη ἐν ἐλαίῳ ἄζυμα ἔσται (Levítico 2, 5)

  • καὶ διαθρύψεις αὐτὰ κλάσματα καὶ ἐπιχεεῖς ἐπ’ αὐτὰ ἔλαιον θυσία ἐστὶν κυρίῳ (Levítico 2, 6)

  • ἐὰν δὲ θυσία ἀπὸ ἐσχάρας τὸ δῶρόν σου σεμίδαλις ἐν ἐλαίῳ ποιηθήσεται (Levítico 2, 7)

  • καὶ προσοίσει τὴν θυσίαν ἣν ἂν ποιῇ ἐκ τούτων τῷ κυρίῳ καὶ προσοίσει πρὸς τὸν ἱερέα καὶ προσεγγίσας πρὸς τὸ θυσιαστήριον (Levítico 2, 8)

  • ἀφελεῖ ὁ ἱερεὺς ἀπὸ τῆς θυσίας τὸ μνημόσυνον αὐτῆς καὶ ἐπιθήσει ὁ ἱερεὺς ἐπὶ τὸ θυσιαστήριον κάρπωμα ὀσμὴ εὐωδίας κυρίῳ (Levítico 2, 9)

  • τὸ δὲ καταλειφθὲν ἀπὸ τῆς θυσίας Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ ἅγια τῶν ἁγίων ἀπὸ τῶν καρπωμάτων κυρίου (Levítico 2, 10)

  • πᾶσαν θυσίαν ἣν ἂν προσφέρητε κυρίῳ οὐ ποιήσετε ζυμωτόν πᾶσαν γὰρ ζύμην καὶ πᾶν μέλι οὐ προσοίσετε ἀπ’ αὐτοῦ καρπῶσαι κυρίῳ (Levítico 2, 11)

  • δῶρον ἀπαρχῆς προσοίσετε αὐτὰ κυρίῳ ἐπὶ δὲ τὸ θυσιαστήριον οὐκ ἀναβιβασθήσεται εἰς ὀσμὴν εὐωδίας κυρίῳ (Levítico 2, 12)

  • καὶ πᾶν δῶρον θυσίας ὑμῶν ἁλὶ ἁλισθήσεται οὐ διαπαύσετε ἅλα διαθήκης κυρίου ἀπὸ θυσιασμάτων ὑμῶν ἐπὶ παντὸς δώρου ὑμῶν προσοίσετε κυρίῳ τῷ θεῷ ὑμῶν ἅλας (Levítico 2, 13)

  • ἐὰν δὲ προσφέρῃς θυσίαν πρωτογενημάτων τῷ κυρίῳ νέα πεφρυγμένα χίδρα ἐρικτὰ τῷ κυρίῳ καὶ προσοίσεις τὴν θυσίαν τῶν πρωτογενημάτων (Levítico 2, 14)

  • καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἀπὸ τῶν χίδρων σὺν τῷ ἐλαίῳ καὶ πάντα τὸν λίβανον αὐτῆς κάρπωμά ἐστιν κυρίῳ (Levítico 2, 16)


"É sempre necessário ir para a frente, nunca para trás, na vida espiritual." São Padre Pio de Pietrelcina