pronađen 11195 Rezultati za: Ὡς
ἀλλὰ τοὐναντίον ἰδόντες ὅτι πεπίστευμαι τὸ εὐαγγέλιον τῆς ἀκροβυστίας καθὼς πέτρος τῆς περιτομῆς, (Gálatas 2, 7)
ὅτε δὲ ἦλθεν κηφᾶς εἰς ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῶ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν. (Gálatas 2, 11)
καὶ συνυπεκρίθησαν αὐτῶ [καὶ] οἱ λοιποὶ ἰουδαῖοι, ὥστε καὶ βαρναβᾶς συναπήχθη αὐτῶν τῇ ὑποκρίσει. (Gálatas 2, 13)
ἀλλ᾽ ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου, εἶπον τῶ κηφᾷ ἔμπροσθεν πάντων, εἰ σὺ ἰουδαῖος ὑπάρχων ἐθνικῶς καὶ οὐχὶ ἰουδαϊκῶς ζῇς, πῶς τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν; (Gálatas 2, 14)
εἰδότες [δὲ] ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως ἰησοῦ χριστοῦ, καὶ ἡμεῖς εἰς χριστὸν ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, ὅτι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σάρξ. (Gálatas 2, 16)
τοῦτο μόνον θέλω μαθεῖν ἀφ᾽ ὑμῶν, ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως; (Gálatas 3, 2)
οὕτως ἀνόητοί ἐστε; ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε; (Gálatas 3, 3)
ὁ οὗν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως; (Gálatas 3, 5)
καθὼς ἀβραὰμ ἐπίστευσεν τῶ θεῶ, καὶ ἐλογίσθη αὐτῶ εἰς δικαιοσύνην. (Gálatas 3, 6)
γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὖτοι υἱοί εἰσιν ἀβραάμ. (Gálatas 3, 7)
προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ θεὸς προευηγγελίσατο τῶ ἀβραὰμ ὅτι ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. (Gálatas 3, 8)
ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῶ πιστῶ ἀβραάμ. (Gálatas 3, 9)