Mosaico decorativo

pronađen 35140 Rezultati za: Ὁ

  • ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου, (Filêmon 1, 13)

  • χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον. (Filêmon 1, 14)

  • τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, (Filêmon 1, 15)

  • οὐκέτι ὡς δοῦλον ἀλλ᾽ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ. (Filêmon 1, 16)

  • εἰ οὗν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. (Filêmon 1, 17)

  • εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγα· (Filêmon 1, 18)

  • ἐγὼ παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις. (Filêmon 1, 19)

  • ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν χριστῶ. (Filêmon 1, 20)

  • πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ἃ λέγω ποιήσεις. (Filêmon 1, 21)

  • ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν, ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν. (Filêmon 1, 22)

  • ἀσπάζεταί σε ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν χριστῶ ἰησοῦ, (Filêmon 1, 23)

  • μᾶρκος, ἀρίσταρχος, δημᾶς, λουκᾶς, οἱ συνεργοί μου. (Filêmon 1, 24)


"O trabalho é tão sagrado como a oração". São Padre Pio de Pietrelcina