pronađen 35140 Rezultati za: Ὁ
εἰ δὲ ζητήματά ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ᾽ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἶναι. (Atos dos Apóstolos 18, 15)
καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος. (Atos dos Apóstolos 18, 16)
ἐπιλαβόμενοι δὲ πάντες σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῶ γαλλίωνι ἔμελεν. (Atos dos Apóstolos 18, 17)
ὁ δὲ παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς τοῖς ἀδελφοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν συρίαν, καὶ σὺν αὐτῶ πρίσκιλλα καὶ ἀκύλας, κειράμενος ἐν κεγχρεαῖς τὴν κεφαλήν, εἶχεν γὰρ εὐχήν. (Atos dos Apóstolos 18, 18)
κατήντησαν δὲ εἰς ἔφεσον, κἀκείνους κατέλιπεν αὐτοῦ, αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέξατο τοῖς ἰουδαίοις. (Atos dos Apóstolos 18, 19)
ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι οὐκ ἐπένευσεν, (Atos dos Apóstolos 18, 20)
ἀλλὰ ἀποταξάμενος καὶ εἰπών, πάλιν ἀνακάμψω πρὸς ὑμᾶς τοῦ θεοῦ θέλοντος, ἀνήχθη ἀπὸ τῆς ἐφέσου· (Atos dos Apóstolos 18, 21)
καὶ κατελθὼν εἰς καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν, κατέβη εἰς ἀντιόχειαν, (Atos dos Apóstolos 18, 22)
καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν, διερχόμενος καθεξῆς τὴν γαλατικὴν χώραν καὶ φρυγίαν, ἐπιστηρίζων πάντας τοὺς μαθητάς. (Atos dos Apóstolos 18, 23)
ἰουδαῖος δέ τις ἀπολλῶς ὀνόματι, ἀλεξανδρεὺς τῶ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς. (Atos dos Apóstolos 18, 24)
οὖτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ κυρίου, καὶ ζέων τῶ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ ἰησοῦ, ἐπιστάμενος μόνον τὸ βάπτισμα ἰωάννου. (Atos dos Apóstolos 18, 25)
οὖτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ· ἀκούσαντες δὲ αὐτοῦ πρίσκιλλα καὶ ἀκύλας προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῶ ἐξέθεντο τὴν ὁδὸν [τοῦ θεοῦ]. (Atos dos Apóstolos 18, 26)